[ ]
Cil., E. — Hierapolis-Kastabala (Bodrum Kalesi)
1 | [εἴτε Σ]εληναίην, εἴτ’ Ἄρτεμι[ν, εἴτε σ]έ, δαῖμον, |
πυρφόρον [ἐν τριό]δοις ἣν σεβόμεσθ’ Ἑκ[ά]την, | |
εἴτε Κύπριν Θήβης λα[ὸς] θυέεσσι γεραίρει, | |
ἢ Δηώ, κούρης μητέρα Φερσεφόνης, | |
5 | κλῦθι καὶ ἡγεμονῆα τεὸν σωόν τε φύλασσε |
καὶ κλεινὴν ὕπατον πέμψον ἐς Εἰταλίην. | |
Λεύκιος εἰητὴ[ρ] τόδε σοι βρέτας οὗ ἑτάροιο | |
Δέξτρου καὶ τούτους ὀκτὼ ἔδωκε τύπους. |