[ ] Cil., E. — Adana — end 4th c. AD — CIG 4440, LBW 1509 — Byzantion 4.1927.465,7 — IGR 3.887
1 ὄντως σῆς ἀρετῆς, Αὐξέντιε, καὶ τόδε θαῦμα
  δείμασθαι ποταμοῦ χειμερίοισι δρόμοις
ἄρρηκτον κρηπῖδα σιδηροθέτοισι θεμείλοις
  ὧν ὕπερ εὐρείην ἐξετάνυσσας ὁδόν,
5 ἣν πολλοὶ καὶ πρόσθεν ἀπειρείησι νόοιο
  Κυδναίων ῥείθρων τεῦξαν ἀφαυροτέρην.
σοὶ δ’ ὑπὲρ ἀψίδων αἰώνιος ἐρρίζωται
  καὶ ποταμὸς πλήθων πρηΰτερος τελέθει,
αὐτὸς τήνδε γέφυραν ἀνασχόμενος τελέσασθαι
10   ἡγεμόνος πιθοῖ {²⁶πειθοῖ}²⁶ τοῦ διασημοτάτου,
ὅφρα σε καὶ μετόπισθεν ἔχοι κλέος ἶσον ἐκείνοις
  οἳ Νείλου προχοὰς ζεῦξαν ἀπειρεσίους.
Search Help
Contact Us