1 | [— — — — — — — — — — — — — — — — — — — — ἵν]α μὴ |
[— — — — — — — — — — — — — — — — τὴν ψ]ῆφον τε- | |
[θῆναι? — — — ἐὰν δέ τινες — — ἀ]φανίσαι πει- | |
[ράσωνται — — — — ἢ — — — —]ῶσι ἢ τὰς τοῦ θε- | |
5 | [οῦ — — — — — ἢ ἐάν τις — — — —]ί̣σηι ἢ ἐπιχειρήσῃ |
[— — — — — — — — — — ἢ χρ]ήσασθαι εἰς ἡντιν- | |
[οῦν χρείαν, κατὰ τὴν ἐπιταγὴν] τ̣ῶν βασιλέων τῷ διπλα- | |
[σίῳ προστίμῳ κολασθήσετα]ι. ἴστε δ’ ἐμὲ καὶ Ἀσκληπιὸν | |
[ἀναθέντα χαλκοῦν ἐν ἱμ]ατίῳ ποδιαῖον, στηριζόμενον | |
10 | [βάκτρῳ χρυσῷ· τῷ δὲ βά]κτρῳ δράκων περίκειται ἀργυ- |
[ροῦς μέν, χρυσοῦς δὲ τὸ κά]ρα, ἐπιγραφὴν ἔχον τὸ ὄνο- | |
[μα τὸ ἐμὸν καὶ ἐπίσημον] τὴν τῶν βασιλέων Τύχην. | |
[κελεύω δὲ ταύτης τῆς ἐπιστο]λῆς ποιῆσαι ἀντίγρα- | |
[φα ἁπλᾶ δύο, ὧν τὸ ἕτερον καταχωρίσα]ι ἰς τὸ γραμματοφυ- | |
15 | [λάκιον ἐν γλωσσοκ]όμῳ, ὃ κατασ̣[φραγι]σ̣θ̣ή̣σεται σφραγεῖ- |
[σι δυσί, γράψαι δ’ ἐπὶ τῷ πώμ]α̣τι αὐτοῦ τὴν ἐπιστολήν, ἔν τε τῇ πα- | |
[νηγύρει ἀνοῖξαι τὸ ἱ]α̣ρογλωσσοκόμον, καὶ ἀναγειν̣[ώ]σκεσθαι | |
[τὴν ἐπιστολὴν τ]ῇ Σεβαστῇ, καὶ οὕτω πάλιν κατασφ[ρ]αγίζε- | |
[σθαι παρὰ τοῖς ἀ]εὶ μεταπαραλαμβάνουσι ἄρχουσι. ❦ | |
20 | [πρὸ ․․δεκα Καλ(ανδῶν)? Αὐ]γούστων, v ὑπάτοις Μάρκῳ Ποντίῳ Λαι- |
[λιανῷ, Αὔλῳ Ἰουνίῳ] Πάστορι· vac. κατὰ vac. Ἐπιδαυρίους vac. | |
[δὲ ἔτους τεσσαρακοστοῦ] τῆς θεοῦ Ἁδριανοῦ τὸ πρῶτον εἰς τὴν | |
[Ἑλλάδα ἐπιδημίας, μηνὸς] Δεκάτου τρισκαιδεκάτῃ, vac. ❦ | |
[ἀπέσταλκα τὴν ἐπιστολ]ὴν διὰ Καλλιμάχου τοῦ Νε[ι]κέρωτος. | |
25 | [ἐρρῶσθαι ὑ]μᾶς εὔχομαι. |
IG IV²,1
88