[ ] Cil. — Antiocheia Krag. (Güney Köy)
1.Hd.1 — — — — — — — — — — — — — — — Φοῖβε χρηστή[ριε],
μαντείαν δὸς ἀψευδῆ περὶ ὧν ἐπιβάλλομαι, εἰ σύμφορον καὶ λῷον.
I.1 {²§ 1}² ααααα       Διὸς Λαμώτου.
εʹ  Ζεύς σοι καλὴν τὴν πρᾶξιν εἰσηγήσεται,
    τὰ δ’ ἐξ ἀδήλων καὶ χρόνων πεφυρμένα{ι}
    εἰσαῦθις ἔσται χαρμονῆς πεπλησμένα.
5 {²§ 2}² ααααγ       〚Ἀπόλλωνος Πυθίου〛(?).
ζʹ  ἅπανθ’ ὁ Φοῖβός σοι σαφῆ προμηνύει·
    Νείκην ἀρωγὸν σὺν θεοῖς ἕξεις ἅμα.
    σπεῦδε, καταπράσσου, μηδὲ ἐπίσχεσιν ποιοῦ.
{²§ 3}² αααα̣δ      Ἀνάγκης.
10 ηʹ  ταῦρος ἐν ἀργαλέοις δεσμοῖς κρατερῇ ὑπ’ ἀνάγκῃ
    ἔζευκται, μόχθος δὲ πολὺς τοῖς πράγμασίν ἐστιν·
    ἀλλ’ ἀπέχου τούτου, μή σοι βλάβος ἀντιβολήσῃ.
{²§ 4}² αααγγ      Ἀέρος.
θʹ  ἐκ νεφέων ἀὴρ καθαρὸς καὶ εὔδιος ἔσται,
15     καὶ ἐγ μεγάλης πνοιῆς πόντος πάλιν ἔσσετ’ ἀκύμων.
    ἔσσετε γὰρ πρᾶξις καταθύμιος, ἣν ἐπιβάλλῃ.
{²§ 5}² ααααϛ     Ἐποχῆς.
ιʹ  ἐπίσχεσιν τὸ πρᾶγμα καὶ οὐ σπουδὴν ἔχει·
    σπεύδων δὲ ἀνοίᾳ φερόμενος διχοστάτῃ(?)
20     γείνῃ προδήλως ἐπιδιδοὺς ἐχθροῖς χέρας.
{²§ 6}² αααγδ       Καιροῦ.
ιʹ  μὴ προκενοσ̣π̣ούδει, καιρῷ γὰ<ρ> πάντα τελεῖται.
    σὺμ μόχθῳ πᾶν ἔργον ἐν ἀνθρώποισιν ἀνητόν.
    νῦν  ἐπὶ τῶν αὐτῶν μείναντί σοι ἔσται ἄμεινον.
25 {²§ 7}² αααδδ       Πόνου.
ιαʹ χαλειναγωγεῖν εἴπερ ἥλιον σθένεις
    καὶ πνεύματα ἀνέμων χειρσὶν ἀφθίτοις κρατεῖν,
    καὶ τοῦδε ἀγῶνος στερρὸ̣ν̣ αἱρήσῃ στέφος.
{²§ 8}² ααγγγ       〚Ἑ̣ρ̣μ̣ο̣ῦ̣〛
30 ιαʹ ἀλλ’ ὁδὸς ἥδ’ ἀγαθὴ καί σοι πύλαι εἰσὶν ἀνοικταί.
II.1     ἐνχείρει δ’ ὑπὲρ ὧν χρῄζεις, καὶ πάντα κρατήσεις,
    Ἑρμεῖ ἐπευχόμενος συλλήμπτορι τῶνδε γενέσθαι.
{²§ 9}² ααγγδ      Ὑπερθέσεως.
ιβʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵ’ ὡς <ἐ>θέλις κατατεύξῃ,
5     μηδ’ ὥς τίς τε κύων σπεύδων τυφλὴν θέτο γένναν.
    ἥσυχα βουλεύου, καιρῷ γὰρ ἅπαντα τελεῖται.
{²§ 10}² αααγϛ     〚․․․ιου〛(?).
ιβʹ μὴ θέλε καρπὸν ἑτοῖμον ἀμοχθήτως ἀνελέσθαι·
    ἔστι παρεδρεύσαντι καλοὺς καρποὺς κομίσασθαι.
10     μοχθήσοντα γὰρ ἔστι τυχεῖν περ̣ὶ̣ ὧν ἐπερωτᾷς.
{²§ 11}² αααδϛ     〚Χα̣ρ̣ᾶ̣ς̣〛.
ιγʹ τὸ πρᾶγμα μόχθους καὶ πόνους πολλοὺς ἔχει·
    σὺ δὲ μὴ καμῇς μοχθῶν τι καὶ σαυτῷ πονῶν.
    προσκαρτερήσας τῶν πόνων ἕξεις χαράν.
15 {²§ 12}² αγγγγ      Μαντοῦς.
ιγʹ καρπὸν καλὸν τὸ πρᾶγμα καὶ κέρδος φέρει·
    σὺ δ’ αὖ λόγοισι μαντικοῖς πεισθείς, ξένε,
    θάρσησον. εὐθὺς εὐγενῶς ἔργου κράτει.
{²§ 13}² ααγδδ      〚Γλαυκώπιδος〛(?).
20 ιγʹ εἴρεαι εἰ κακότητα φυγὼν ἥξεις ποτ’ ἐς ὄλβον.
    ἥξεις, καὶ σώσει σε θεὰ γλαυκῶπις Ἀθήνη
    καὶ ἔσται σοι πρᾶξις καταθύμιος ἣν σὺ προαιρῇ.
{²§ 14}² ααδδδ      Πότμου.
ιδʹ ἐλπίσιν ἀλλοτρίαις προσέχεις, μοχθεῖς τε ματαίως,
25     καὶ σπεύδεις ἀνέμοισι χαρίζεσθαι κενέοισι.
    ἄλλο τι χρὴ ζητεῖν σε· τὸ νῦν δέ σοί ἐσ̣τιν ἄπρακτον.
{²§ 15}² αγγγδ      〚— — —〛.
ιδʹ ἀργαλέους δεσμοῖσιν ἀνηκέστοισι κρατε ιται
2.Hd.1 — — — — — —ς καὶ ἔξοδος οὐδαμῇ ἐστιν
[— — — — — — τ]ύχην σεαυτοῦ μέγα βλάψεις.
I.1 {²§ 16}² ααγγ[ϛ]   Δόλος.
[ιδʹ ἔχ’ ἥ]συχος, μὴ σπεῦδε· καιρὸς γὰρ πάλιν ἥξει
    [σὺ] δ’ ὡς χρὴ δαίμοσιν πεισθεὶς τανῦν
    εὔκαιρον ἕξεις πραγμάτων διέξοδον.
5 {²§ 17}² γγγγγ      Διὸς καὶ Ἀθηνᾶς.
[ιεʹ] νῦν ἐνχειρεῖν σοι καιρὸς περὶ ὧν ἥκεις ἐπερωτῶν.
    πάντα κατὰ γνώμην τὴν σὴν θεοὶ ἐκτελέσο[υ]σιν.
    Ζεὺς γάρ σοι νείκην πέμπει καὶ Παλλὰς Ἀθήνη.
{²§ 18}² αγγδδ     Ὠκεανοῦ.
10 [ιεʹ] ποταμοῦ παραρέοντος ἐγγύς, ὦ ξένε,
    διψῶν ὀκνεῖς πεῖν· πεῖνε, καὶ μηδὲν φοβοῦ·
    τὸ πρᾶγμα γάρ σοι χαρμονὴν οἴσει καλήν.
{²§ 19}² ααγδϛ     Δηοῦς.
ιεʹ εἰ καὶ πρὶν καιροὶ σκολιοί σε γεγύμνακαν αἰνῶς,
15     καὶ δειλῇ ψυχῇ πελαγιζομένῃ πεφόρησαι.
    αλλ’ αὖθις πράξεις ὅσσα φρεσὶ σαῖσι μενοινᾷς.
{²§ 20}² αααϛϛ    Τύχης.
ιεʹ μηδὲν ταράσσου μηδὲ λυπηθῇς ὅλως.
    ἀγαθὴν ὁρῶ τὴν πρᾶξιν, εὔολβον τύχην.
20     πρόσελθε θαρρῶν· πάντα σοι τελεσφορεῖ.
{²§ 21}² ααδδϛ     Δόλου.
ιϛʹ ἔπεχε τὸ πρᾶγμα καὶ ἀσφαλίζου πάντοθεν,
    μεστὸν δόλου γάρ ἐστι· μὴ μάτην πόνει,
    μή σοι γένηται λυπρὸν ἀντὶ χαρμονῆς τέλος.
25 {²§ 22}² αγγγϛ    Ἀπάτης.
ιϛʹ μήπω ἐπ’ ἄγραν σπεῦδε βαλεῖν λίνον, ἀλλ’ ἀποχώρει·
    μεῖνον ἕως ἔλθῃ καιρός, καὶ πάντα κρατήσεις·
    ἐὰν δὲ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγα βλάψεις.
{²§ 23}² γγγγδ     Ἐρεινύων.
30 ιϛʹ οὐ κίρκος τρήρωσιν ὁμόσπορον ἤρατο γένναν,
    οὐδὲ μὲν οὐδὲ λέω<ν> ποτὶ κεμμάδι σύνθε<τ>ο φορβήν.
    οὐδὲ σὲ τοῦδε κρατεῖν τοῦ πράγματος, ἀλλ’ ἀποχωρεῖν.
II.1 {²§ 24}² αγδδδ      Εὐφροσύνης.
[ιϛʹ] διστάζεις σὺ τὸ κέρδος ἔχων αὐτὸς παρὰ σαυτῷ.
    τοῦτο κράτει, σώφρων <τε> γενοῦ, μὴ αὐτ’ ἀπαλείψεις,
    μὴ σαυτοῦ τρύχειν ἄρχῃ φρένα καὶ μετὰ ταῦτα.
5 {²§ 25}² ααγϛϛ    Διοσκόρων.
[ιζʹ] οὐκ ἔστιν ἐν σοὶ τοῦτο κείμενον μόνον,
    κεφαλῇ δὲ ἐν ἄλλῃ, πίστιν ἥτις σοι φέρει.
    ἔσται γὰρ ὃ ποθεῖς· καρπὸν ἡ τύχη δίδει.
{²§ 26}² αγγδϛ     Καρπῶν.
10 ιζʹ ἕστηκε δένδρον καρπίμους βλαστοὺς ἔχον·
    σὺ δ’ οὔτε μέλλις οὔτε πιστεύιν θέλις.
    στήσας λογισμὸν σὺν θεοῖς πράξεις καλῶς.
{²§ 27}² αδδδδ     Τελεσφόρου.
ιζʹ πίστιν βεβαίαν οὔτις ἀνθρώπων ἔχει.
15     τάχυνε ἐπ’ ἔργοις, ἔστι γάρ σοι σύμφορον.
    ἄν θ’ ὑστερήσῃς, ἄλλος ἁρπάσει κλέος.
{²§ 28}² γγγδδ      Νίκης.
ιζʹ ἐμ πολλῇ ταραχῇ τις ἐὼν ἐξήλατο μόχθων.
    φροντίδα τὴν φοβερὰν φεύξῃ, πάντων δὲ κρατήσεις·
20     ἔσται γὰρ νείκη καὶ τὸν φόβον ἐξυπαλύξεις.
{²§ 29}² γγδδδ     Ἄλγους.
ιηʹ ἀχάριστα μελετᾷς, καὶ εἰς ἄκαρπον γῆν σπόρον
    βάλλεις· ἄπεργε σπέρμα, μὴ μάτην πόνει.
    ἄλλῃ σεαυτοῦ καρδίαν μεθόρμισον.
25 {²§ 30}² αγδδϛ     Χρόνου.
ιηʹ μὴ σύ γε χλωρὸν ἔχων στάχυ[ν — — —]
    ἀλλ’ ἐπίμεινον βαιόν, ἵν’ αὐξη [— — — —]
    καὶ τότε καιρὸς ἄνωγε· κρατήσεις ὅτ[τι μενοινᾷς].
{²§ 31}² ααδϛϛ    Τ̣α̣ρ̣τάρου.
30 [ιηʹ] κρ[εῖσσ]ον πορείᾳ τοῦ σκότους ἧμαρ κυρεῖ
    ․υ․․․τος τὸ κρεῖσσον εὔδιον φάος
    ․․․․․․ δὲ ἀκάρπως οὐ χρέον σε νῦν ξένον.
{²§ 32}² γγγγϛ     Κατοχῆς.
ιηʹ ἤρεμα βαῖν’ ἐπὶ πρᾶξιν, ἵν’ ὡς ἐθέλις κατατεύξ[ῃ]·
III.1     [μ]ὴ σπεύσῃς, οὐ γάρ σε καλεῖ θεός, ἀλλ’ ἐπ[ίμεινον].
    [ἐ]ὰν δέ κενοσπούδως χρήσῃ, σεαυτὸν μέγ[α βλάψεις].
{²§ 33}² αγγϛϛ     Τύχης Ἀγα̣[θῆς].
ιθʹ πάντων ἔνεργὴς ἐμ βίῳ τύχη ῥοπῇ,
5     δίδουσά σοι νοῦν εὐσταθῆ καὶ σύμφορον.
    πρόσελθε θαρρῶν· πάντα σοι πλήρη κυρεῖ.
{²§ 34}² αδδδϛ     Εἴσιδος.
ιθʹ εὔδρομον εἰσορόω πλησίστιον ὁλκάδα τήνδε,
    ἀλλὰ φόβος ψυχῆς πολὺς ἔνδοθεν εἰσπεπέρηκεν·
10     μηδ’ ὀλιγοψύχει· μόχθον τέλος ἐσθλὸν ἀποίσῃ.
{²§ 35}² γδδδδ      Καιροῦ Ἀγαθοῦ.
ιθʹ ὁ νῦν παρών σοι καιρὸς αἰσίως φέρει
    ἀγαθὰ μέγιστα τῷ βίῳ· σὺ δὲ λάμβανε·
    κτᾶται δὲ πάντα ὁ πόνος ἐκ τῆς ἐπιμονῆς.
15 {²§ 36}² γγγδϛ     Βίου.
ιθʹ νόμος σε τάσσει καὶ βίου σεμνὴ κρίσις
    πρὸς ἔργον ἰέναι. σὺ δὲ καραδοκεῖς ἔτι·
    λαμπρὸν πέφυκέ σοι τὸ πρᾶγμα, καὶ ταχὺς πέρα.
{²§ 37}² α̣δδδδ̣      Οὐρανοῦ.
20 κʹ  καὶ πέλαγος βούλει σχίζειν μονόδοντι ἀρότρῳ
    καὶ χέρσον οἴαξι, καὶ ἰχθύας οὔρεσι ζητεῖς·
    ταῦτα θεμιστὰ θεοῖς πέλεται, ἄνδρεσσιν ἀτερπῆ.
{²§ 38}² αγδϛϛ    Δυνάμεως.
κʹ   — — —δου ἐξόρμα· μένοντί σοί ἐστιν Ἀθήνη
25     — — — —μαξαι τι μάτην— — — — — — — — — — — —
    λυπηρὰ γὰρ δόλος — — — — — — — — — — — — —
          {²traces of six lines}²
IV.1               {²traces}²
Search Help