[ ] Epidauria — Epidauros — 1st c. AD
7                                         {²vestigia unius versus incerta
․․․․․․․․․․c.25․․․․․․․․․․․ τελευταῖος Τίτος Στατείλιος Λαμπ[ρ]ίας ἐν
[ἁλικίαι] με[θεσ]τώς, υἱὸς Τειμοκράτους καὶ Τειμοσθενίδος, εἰς ὃν ἁ τᾶς Ἑλλάδος
10 εὐγένε[ι]α ἐν τοῖς μάλιστα συνδιαπ̣[είπ]τ̣ει· ἀπὸ μὲν Ἀθηνῶν τὸ ἐνδοξότατον Κη-
ρύκων γένος, ἀφ’ οὗ δᾳδουχοῦσιν οἱ εὐγενέστατοι, εἰς τὸν θεῖον αὐτοῦ παραγέγονεν,
[κ]αὶ δι’ ἐκείνου καὶ τῶν ἄλλων συνγενείᾳ εἰς τοῦτον· ἀπὸ δὲ Ἐπιδαύρου τὸ Εἰναχιδῶν· ἀπὸ δὲ
Ἄργους τὸ Περσέως καὶ Φορωνέως· ἀπό γε μὰν τᾶς Λακεδαίμονος παλαιοὶ μὲν αὐτοῦ πρόγονο[ι]
Ἡρακλῆς καὶ Λύσανδρος, οὐ πρὸ πολλῶν δὲ χρόνων ἐκέρασε τᾶι πολυτεκνίαι τοὺς πρώτους
15 τᾶς πόλιος οἴκους εἰς τὸ αὐτὸ συνυφήνας, ὧν ἁπάντων ἐναργέστατος ἦν ὁ εἰδιώτας
αὐτός, κάλλει τε σώματος καὶ ταῖς τᾶς ψυ[χ]ᾶς ἀρ[ε]ταῖς ὑπερβάλλων τὸ τᾶς ἁλικίας μέτρον·
[ἐν] τῶι δεκάτωι οὖν ἔτει κοινὸν τᾶι πόλει καταλιπὼν ἐπ’ αὐτῶι πένθος, ἔν τε τᾷ ἰδρίαι καὶ σωφρο-
σύναι καὶ δεξιότατι καὶ συνέσει καὶ τᾶι πρὸς γονεῖς εὐσεβείαι τελει[ότατα] μ[ε]τὰ τᾶς ἐν [ἅπ]ασιν [ὑ]π[ερο]-
χᾶς παρέσχετο· δι’ ἃ καὶ δυσπαραμύθη[τον ἀλγηδόνα] τὸ ἐπ’ αὐτῶι πένθος πρὸς πασ․․․-
20 ησεν. εἰ δέ τις δὴ ὑστερεῖν [— — — — — — — — — — — — — — — — — — — — — — — — —]
ἁγημένων τὰν συμφορὰν τῶν [ν]οούντων(?) [— — — — — — — — — — — — — — — — μ]ε-
[τ]αλλαχότος οὐχ ὡς ἰδίους, ἀλλ’ ὅμ[ως ․․․․․c.15․․․․․․], διὰ ταῦτα πάντα ἔδοξε τῶι δάμωι· κατὰ πρόσωπον
μὲν παραμυθήσασθαι τάν τε ἀδελφὰν τοῦ τετελευτακότος Πασιχάρειαν καὶ τὸν θεῖον αὐτοῦ Ἀριστοκράτη
καὶ τὸν Πασιχαρείας ἄνδρα Πρατόλαον, δι[ό]τι ἁμεῖν διπλασίων ἁ ἐπὶ τῶι πάθει γεγένηται λύπα,
25 φέρειν τὸ συμβεβακὸς ἀνθρωπίνως, διὰ δὲ τοῦ ψαφίσματος τοὺς γονεῖς αὐτοῦ Λαμπρίαν καὶ Τει-
μοκράτη καὶ Τειμοσθενίδα α[ἰτῆσ]αι, ὑπὸ τᾶς ἀνθρωπίνας φύσεως καὶ ἀνάγκας ․․ως [φέρ]ειν, τὰς δὲ
κοινὰς ἁπάντων τύχας κοιναῖς μετρεῖν λύπαις· v στεφανῶσαι δὲ τὸν μεταλλαχότα χρυσῶι
στεφάνωι, ὑπερβάλλοντα τὸ τᾶς ἁλικίας μέτρον τᾶι τοῦ βίου καλοκαγαθίαι· v ἀναθεῖναι δὲ αὐτοῦ ἐν μὲν
τῶι γυμνασίωι εἰκόνα χαλκέαν πεζικάν, ἐπὶ δὲ τᾶς ἀγορᾶς γραπτὰν ἐπίχρυσον, ἐπιγραφὰς ἐ-
30 χούσες· "ἁ πόλις Τίτον Στατείλιον Λαμπρίαν, υἱὸν μὲν Τειμοκράτους καὶ Τειμοσθενίδος, ἀδελφὸν
δὲ Πασιχαρείας, ἀδελφιδοῦν δὲ Ἀριστοκράτους, ἥρωα"· ἀναθεῖναι δὲ αὐτοῦ καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι ἱερῶ[ι]
τοῦ Ἀσκλαπιοῦ εἰκόνα χαλκέαν, ἐπὶ δὲ τᾶς ἀγορᾶς γραπτὰν ἐπίχρυσον, ἐπιγραφὰν ἐχούσες τὰν αὐ-
τάν.
Search Help
Contact Us