[ ]
Cil. — Iotape (Aydap İskelesi) — 140/1-ca.161 AD — CIG 4411,a-b — DkschrWien 102.1970.149 note 1 — IGR 3.833,a-b
| a.1 | [ἡ βουλὴ καὶ ὁ δῆμος] |
| [ἐτείμ]ησαν Κενδεα̣[ν {²τοῦ δεῖνος}², ἄνδρα εὐσχήμο]- | |
| να καὶ τοῦ βουλευτ̣ι[κοῦ τ]άγμα[τος, πατέ]ρα̣ Μο̣μ̣ψ̣ου | |
| Κενδεου φι̣[λοπάτριδο]ς̣, [ἀνδρὸς εὐσχημονεστάτου] κ̣αὶ̣ | |
| 5 | φιλοτειμ[οτάτου κ]αὶ πρωτε̣ύ̣ον[τος τοῦ παρ’ ἡ]- |
| μεῖν τάγ[ματος τ]ῆς βουλ[ῆ]ς, ἀρχ[ι]ε[ρ]α[σαμέ]ν̣[ου] | |
| τῶν Σεβασ̣[τῶ]ν̣ [ἁγνῶς, δημιουργ]ήσα[ντος φιλοτεί]- | |
| μως, πρυτα[νεύσαντο]ς̣ τ̣[ρὶς(?) δημωφελῶς(?), ἀγορα]- | |
| νομήσαντ[ος] ἐκτενῶ[ς, δεκαπρω]τεύσαν- | |
| 10 | τος πλειστά[κις] ἑπὶ τῆ[ς εἰσαγω]γῆς τῶν κυ- |
| ριακῶν φόρων πιστῶς· [ὃς καὶ να]ὸν θεοῦ | |
| Ποσειδῶνος με̣τ̣ὰ καὶ τοῦ ἐν [α]ὐτῷ εἱδ̣[ρ]υ- | |
| μένῳ ἀνδριάντι χαλκέῳ οἴκ[ο]θεν [τῇ πα]- | |
| τρίδι κατεσκεύασεν· ἐπιδοὺς καὶ εἰς [τὸ κο]ι̣- | |
| 15 | νὸν {²⁷κα]ι̣|νὸν Rob.}²⁷ βαλανεῖον κατασκευαζόμενον ο[ἴ]- |
| κοθεν (δην.) ͵ακεʹ, καὶ ἄλλας δὲ μείζονας φιλο- | |
| τειμίας πεποιημένος, δοὺς εἰς τὸ δημό- | |
| σιον ἅμα Μᾳ Μομψου τῇ γυναικὶ αὐτοῦ ἀρ- | |
| γυρίου (δην.) μυ(ριάδας) εʹ εἴς τε διανομὰς τῶν βουλευτῶν | |
| 20 | καὶ οἰνοδοσίας καὶ γυμνασιαρχίας τῶν πολει❦- |
| τῶν· καὶ αὐτὴ δὲ ἡ Μας, ἀρχιερασαμένη θεᾶς Σε- | |
| βαστῆς Φαυστείνης, ἔτι καὶ ναὸν θεᾶς Μοίρας μετὰ | |
| καὶ τοῦ ἀγάλματος οἴκοθεν τῇ πατρίδι κατεσκεούασεν {²⁶κατεσκεύασεν}²⁶· ❦ | |
| τὸν δὲ ἀνδριάντα ἀνέστησεν Μομψος | |
| 25 | Κενδεου φιλόπατρις. |
| b.1 | [ἡ βουλὴ καὶ ὁ δῆμος] |
| ἐτείμησαν Ναννουν ❦ | |
| Ταλλ̣[ι]ου [γυ]ναῖκα Κενδε- | |
| [ου ․c.3․ ἀνδ]ρὸς εὐσχήμο- | |
| 5 | [νος καὶ το]ῦ βουλευτι- |
| [κοῦ τά]γ[ματ]ος, μητέρα | |
| δὲ̣ Μομ̣ψου Κενδεου φι- | |
| λοπάτριδος, ἀ̣ν̣δ̣ρ̣ὸ̣ς̣ | |
| φιλοτειμ[οτάτο]υ καὶ | |
| 10 | πρωτεύ[ον]τ[ος τ]οῦ π̣α̣- |
| ρ’ ἡμεῖν [τ]άγματο̣[ς τ]ῆς βου- | |
| λῆς, ἀρχ[ιερ]ασαμέν[ου] | |
| τῶν Σεβαστῶν̣ [κ]αὶ δη- | |
| [μ]ι̣ουργήσαντ[ος φ]ιλο- | |
| 15 | τ̣είμως καὶ τὰς λοιπὰς |
| δὲ ἀρχὰς καὶ φιλοτειμί- | |
| ας ἀποπληρώσας {²sic}² | |
| τῇ πατρίδι· | |
| τὸν δὲ ἀνδριάντα | |
| 20 | ἀνέστησεν Μομψος |
| Κενδεου φιλόπατρις. |