[ ] Epidauria — Epidauros — ca. 40-42 AD
21    ἐπὶ Σεκούνδου ἄρχοντος καὶ ἱερέως Δρούσου ὑπάτου.
 ἐπὶ τῆς Ἐρεχθεῖδος τρίτης πρυτανείας, ᾗ Ἀρχέλαος Λυσιμάχου Μαραθώνιος
 ἐγραμμάτευεν, Βοηδρομιῶνος ὀγδόηι ἐπὶ δέκα, ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας, ἐκκλη̣-
 σία κυρία ἐν τῶι θεάτρωι, τῶν προέδρων ἐπιψήφιζε Πλάτων Ἡφιστιάδης καὶ
25  συνπρόεδροι #⁵⁶ Τειμοσθένης Καλλιστομάχου Ἀναφλύστιος εἶπεν· vac.
ἐπειδὴ συμβέβηκεν Λαμπρίαν Τειμοκράτους ἐν Ἐπιδαύρωι πρὸ ὥρας τελευτῆσαι, νεα̣-
 νίαν κόσμιον καὶ σώφρονα καὶ πάσηι ἀρετῆι ἐν τῆι πρώτηι ἡλικίαι τοῦ βίου κατ’ ἀξίαν
 τῆς τῶν προγόνων δόξης κεκοσμημένον εὐγενείαι τε τῆι Ἀθήνησιν ἀπὸ τῶν
 ἀρχαίων καὶ πρώτων ἀνδρῶν, ἱερέων καὶ ἱερειῶν τῆς προσωνύμου τῆς πόλ[ε]ως θεοῦ̣ καὶ
30  ἱεροφαντικῶν καὶ δᾳδουχικῶν οἴκων γνήσιον ὑπάρχοντα, οὐ μόνον δὲ τῆι Ἀθήνησιν
 εὐγενείαι καὶ λαμπρότητι κεκοσμημένον, ἀλλὰ καὶ ἐν ταῖς ἐ̣νδο[ξο]τάταις κ̣αὶ εὐγεν̣εσ̣τά-
 ταις τῆς Ἑλλάδος πόλεσι, Λακεδαίμονι καὶ Ἄργει καὶ τῆι ἱερᾶι Ἐπιδαύρωι οὐδενὸς οἴκου δεύ-
 τερον γενόμενον, πρός τε τούτοις τετειμημένον τῆι μεγίστηι καὶ παρ̣’ ἅπασιν ἀνθρώ-
 ποις διωνομασμένῃ Ῥωμαίων πολειτείαι ∶∶ δεδόχθαι τ̣ῆι βουλῆι καὶ τῶι δήμωι· ἀναθεῖ-
35  ναι αὐτοῦ ἀνδριάντα ἐν ἀκροπόλει καὶ ἐν Ἐλευσεῖνι ἐν τῆι ἱερᾶι αὐλῆι ταῖν θεαῖν, οὗ καὶ
 τῶν προγόνων αὐτοῦ ἀνάκεινται, καὶ ἐν Ἐπιδαύρωι τῆι ἱερᾶι ἐν τῶι τεμένει τοῦ Ἀσκληπιοῦ
 τὴν ἐπιγραφὴν ἔχοντας· "ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου καὶ ἡ βουλὴ τῶν ἑξακοσίων καὶ ὁ δῆμ̣ος
 Τίτον Στατείλιον Τίτου Στατειλίου Τειμοκράτους υἱὸν Λαμπρίαν ἀρετῆς ἕνεκεν." ἑλέσ̣θαι
 δὲ καὶ πρεσβείαν τὴν διακομιοῦσαν εἰς Ἐπίδαυρον τόδε τὸ ψήφισμα, ἥτις καὶ παραμυ-
40  θήσεται ἀπὸ τοῦ τῆς πόλεως ὀνόματος τοὺς γονεῖς αὐτοῦ Τειμοκράτην καὶ Τειμοσθενίδα
 καὶ τὸν πάππον Λαμπρίαν, ἵνα τούτων πραττομένων φ[α]ίνηται φανερὰ πᾶσιν ἡ Ἀθηναί-
 ων γνώμη καὶ ἐν μηδενὶ καιρῷ ἐνλείπουσα πρὸς τοὺς ἀγαθοὺς καὶ ἐνδόξους τῶν ἐν τῆι Ἑλ-
 λάδι ἀνδρῶν μηδ’ ἐν ταῖς τοιαύταις συμφοραῖς ἀμελοῦσα, ἀλλὰ τήν τε δυνατὴν τε̣ιμὴν
 τοῖς τετελευτηκόσι κ̣αὶ παραμυθίαν τοῖς ζῶσι καὶ ἠτυχηκ̣όσι παρεχομένη. vac.
45  πρέσβεις εἱρέθησαν Τειμοσθένης Καλλιστομάχου Ἀναφλύστιος, Κ̣αλλιστόμαχος [Καλλιστο]-
 μάχου Ἀναφλύστιος, Νέστωρ Σωσθένους Φλυεύς.
Search Help