21 | ἐπὶ Σεκούνδου ἄρχοντος καὶ ἱερέως Δρούσου ὑπάτου. |
ἐπὶ τῆς Ἐρεχθεῖδος τρίτης πρυτανείας, ᾗ Ἀρχέλαος Λυσιμάχου Μαραθώνιος | |
ἐγραμμάτευεν, Βοηδρομιῶνος ὀγδόηι ἐπὶ δέκα, ὀγδόηι καὶ δεκάτηι τῆς πρυτανείας, ἐκκλη̣- | |
σία κυρία ἐν τῶι θεάτρωι, τῶν προέδρων ἐπιψήφιζε Πλάτων Ἡφιστιάδης καὶ | |
25 | συνπρόεδροι #⁵⁶ Τειμοσθένης Καλλιστομάχου Ἀναφλύστιος εἶπεν· vac. |
ἐπειδὴ συμβέβηκεν Λαμπρίαν Τειμοκράτους ἐν Ἐπιδαύρωι πρὸ ὥρας τελευτῆσαι, νεα̣- | |
νίαν κόσμιον καὶ σώφρονα καὶ πάσηι ἀρετῆι ἐν τῆι πρώτηι ἡλικίαι τοῦ βίου κατ’ ἀξίαν | |
τῆς τῶν προγόνων δόξης κεκοσμημένον εὐγενείαι τε τῆι Ἀθήνησιν ἀπὸ τῶν | |
ἀρχαίων καὶ πρώτων ἀνδρῶν, ἱερέων καὶ ἱερειῶν τῆς προσωνύμου τῆς πόλ[ε]ως θεοῦ̣ καὶ | |
30 | ἱεροφαντικῶν καὶ δᾳδουχικῶν οἴκων γνήσιον ὑπάρχοντα, οὐ μόνον δὲ τῆι Ἀθήνησιν |
εὐγενείαι καὶ λαμπρότητι κεκοσμημένον, ἀλλὰ καὶ ἐν ταῖς ἐ̣νδο[ξο]τάταις κ̣αὶ εὐγεν̣εσ̣τά- | |
ταις τῆς Ἑλλάδος πόλεσι, Λακεδαίμονι καὶ Ἄργει καὶ τῆι ἱερᾶι Ἐπιδαύρωι οὐδενὸς οἴκου δεύ- | |
τερον γενόμενον, πρός τε τούτοις τετειμημένον τῆι μεγίστηι καὶ παρ̣’ ἅπασιν ἀνθρώ- | |
ποις διωνομασμένῃ Ῥωμαίων πολειτείαι ∶∶ δεδόχθαι τ̣ῆι βουλῆι καὶ τῶι δήμωι· ἀναθεῖ- | |
35 | ναι αὐτοῦ ἀνδριάντα ἐν ἀκροπόλει καὶ ἐν Ἐλευσεῖνι ἐν τῆι ἱερᾶι αὐλῆι ταῖν θεαῖν, οὗ καὶ |
τῶν προγόνων αὐτοῦ ἀνάκεινται, καὶ ἐν Ἐπιδαύρωι τῆι ἱερᾶι ἐν τῶι τεμένει τοῦ Ἀσκληπιοῦ | |
τὴν ἐπιγραφὴν ἔχοντας· "ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου καὶ ἡ βουλὴ τῶν ἑξακοσίων καὶ ὁ δῆμ̣ος | |
Τίτον Στατείλιον Τίτου Στατειλίου Τειμοκράτους υἱὸν Λαμπρίαν ἀρετῆς ἕνεκεν." ἑλέσ̣θαι | |
δὲ καὶ πρεσβείαν τὴν διακομιοῦσαν εἰς Ἐπίδαυρον τόδε τὸ ψήφισμα, ἥτις καὶ παραμυ- | |
40 | θήσεται ἀπὸ τοῦ τῆς πόλεως ὀνόματος τοὺς γονεῖς αὐτοῦ Τειμοκράτην καὶ Τειμοσθενίδα |
καὶ τὸν πάππον Λαμπρίαν, ἵνα τούτων πραττομένων φ[α]ίνηται φανερὰ πᾶσιν ἡ Ἀθηναί- | |
ων γνώμη καὶ ἐν μηδενὶ καιρῷ ἐνλείπουσα πρὸς τοὺς ἀγαθοὺς καὶ ἐνδόξους τῶν ἐν τῆι Ἑλ- | |
λάδι ἀνδρῶν μηδ’ ἐν ταῖς τοιαύταις συμφοραῖς ἀμελοῦσα, ἀλλὰ τήν τε δυνατὴν τε̣ιμὴν | |
τοῖς τετελευτηκόσι κ̣αὶ παραμυθίαν τοῖς ζῶσι καὶ ἠτυχηκ̣όσι παρεχομένη. vac. | |
45 | πρέσβεις εἱρέθησαν Τειμοσθένης Καλλιστομάχου Ἀναφλύστιος, Κ̣αλλιστόμαχος [Καλλιστο]- |
μάχου Ἀναφλύστιος, Νέστωρ Σωσθένους Φλυεύς. |
IG IV²,1
84