7 | ἐπὶ Σεκούνδου ἄρχοντος καὶ ἱερέως Δρούσου ὑπάτου, μηνὸς |
Βοηδρομιῶνος πέμπτῃ ἀπιόντος· Ἄρειος πάγος ἐν Ἐλευσεῖνι· λόγους ἐποιήσατο Τειμ̣[ο]- | |
σθένης Κα̣λλιστομάχου Ἀναφλύστ̣ιος̣· ἔδοξε· μετηλλαχότος ἐν Ἐπιδαύρωι νεανίου διασημοτάτου, | |
10 | ε̣ὐγενείᾳ κ̣ε̣χ̣ρ̣ημένου ἐπὶ ἁπάσης τῆς Ἑλλάδος ἀπό τε τῶν παρ’ ἡμῖν ἐπιφανεστάτων ἀν- |
δρ̣ῶν καὶ ἀπὸ τῶν ἐνδοξοτάτων ἐν τῆι Ἑλλάδι πόλεων, καὶ ἡρπασμένου ὑπὸ τοῦ δαίμονος | |
ἀπὸ μ̣[ε]γίστων ἐλπίδων ἐν τῆι πρώτηι τοῦ βίου ἡλικίαι, ἑλέσθαι μὲν αἵρεσιν τὴν πορευθ[η]- | |
σομ̣ένην καὶ παραμυθησομένην τούς τε γονεῖς αὐτοῦ καὶ τὸν πάππον, ἀναθεῖνα[ι] | |
δὲ καὶ ἀνδριάντας αὐτοῦ ἐν τῆι ἀκροπόλει καὶ ἐν τῆι ἐν Ἐλευσεῖνι αὐλῆι παρὰ τοῖς | |
15 | προγόνοις καὶ ἐν Ἐπιδαύρωι τῆι ἱερᾶι ἐν τῶι τεμένει τοῦ Ἀσκληπιοῦ, τὴν ἐπιγραφὴν |
ἔχοντας· "ἡ ἐξ Ἀρείου πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν ἑξακοσίων καὶ ὁ δῆμος Τίτον Στα- | |
τείλιον Στατειλίου υἱὸν Τειμοκράτους Λαμπρίαν ἥρωα." v τὸν δὲ κήρυκ̣α Λυσιάδ̣ην γρά- | |
[ψ]α̣ι τῆι Ἐπιδαυρίων πόλει καὶ διαπέμψασθαι τὸν ὑπομνηματισμὸν σημ̣ηνά- | |
μενον τῆι δημο[σί]αι σφραγεῖδι ∶∶ κατεστάθη αἵρεσις Τειμοσθένης Καλλιστομά- | |
20 | χου Ἀναφλύστιος, Καλλιστόμαχος Καλλιστομάχου Ἀναφλύστιος. |
IG IV²,1
83