[ ] Epidauria — Epidauros — ca. 40-42 AD
7 ἐπὶ Σεκούνδου ἄρχοντος καὶ ἱερέως Δρούσου ὑπάτου, μηνὸς
Βοηδρομιῶνος πέμπτῃ ἀπιόντος· Ἄρειος πάγος ἐν Ἐλευσεῖνι· λόγους ἐποιήσατο Τειμ̣[ο]-
σθένης Κα̣λλιστομάχου Ἀναφλύστ̣ιος̣· ἔδοξε· μετηλλαχότος ἐν Ἐπιδαύρωι νεανίου διασημοτάτου,
10 ε̣ὐγενείᾳ κ̣ε̣χ̣ρ̣ημένου ἐπὶ ἁπάσης τῆς Ἑλλάδος ἀπό τε τῶν παρ’ ἡμῖν ἐπιφανεστάτων ἀν-
δρ̣ῶν καὶ ἀπὸ τῶν ἐνδοξοτάτων ἐν τῆι Ἑλλάδι πόλεων, καὶ ἡρπασμένου ὑπὸ τοῦ δαίμονος
ἀπὸ μ̣[ε]γίστων ἐλπίδων ἐν τῆι πρώτηι τοῦ βίου ἡλικίαι, ἑλέσθαι μὲν αἵρεσιν τὴν πορευθ[η]-
σομ̣ένην καὶ παραμυθησομένην τούς τε γονεῖς αὐτοῦ καὶ τὸν πάππον, ἀναθεῖνα[ι]
δὲ καὶ ἀνδριάντας αὐτοῦ ἐν τῆι ἀκροπόλει καὶ ἐν τῆι ἐν Ἐλευσεῖνι αὐλῆι παρὰ τοῖς
15 προγόνοις καὶ ἐν Ἐπιδαύρωι τῆι ἱερᾶι ἐν τῶι τεμένει τοῦ Ἀσκληπιοῦ, τὴν ἐπιγραφὴν
ἔχοντας· "ἡ ἐξ Ἀρείου πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν ἑξακοσίων καὶ ὁ δῆμος Τίτον Στα-
τείλιον Στατειλίου υἱὸν Τειμοκράτους Λαμπρίαν ἥρωα." v τὸν δὲ κήρυκ̣α Λυσιάδ̣ην γρά-
[ψ]α̣ι τῆι Ἐπιδαυρίων πόλει καὶ διαπέμψασθαι τὸν ὑπομνηματισμὸν σημ̣ηνά-
μενον τῆι δημο[σί]αι σφραγεῖδι ∶∶ κατεστάθη αἵρεσις Τειμοσθένης Καλλιστομά-
20 χου Ἀναφλύστιος, Καλλιστόμαχος Καλλιστομάχου Ἀναφλύστιος.
Search Help
Contact Us