[ ] Lycia, E. — Saracik — Roman period
1 Σύρος ὁ καὶ Συριάρχης
τὸ ἀγγεῖον κατεσκεύ-
ασεν ἑαυτῷ καὶ τῇ γυ-
ναικὶ αὐτοῦ Ἀρτέμει
5 Ἀρτείμους καὶ τοῖς τέ-
κνοις μόνοις· ἄλλῳ
δὲ μὴ ἐξὸν εἶναι κατα-
τεθῆναι· εἰ δὲ μή γε, δώ-
σει προστίμου τῷ ἱερῷ
10 τοῦ Σώζοντος
     𐆖 ͵βφʹ.
Search Help
Contact Us