[ ] Lycia, E. — Saracik
face a [κατὰ χρηματισμὸν θεοῦ]
1 Ἑρ̣μ̣ο[ῦ] Ἑ̣ρμαῖος Ἐπ̣ι̣[κτᾶ Μανή?]-
σου ἐκ τῶν ἰδίων ἀνέ̣θη̣κ̣[εν]
τόν τε Ἑ̣ρμῆν καὶ τὰ περὶ αὐ̣τ̣[όν].
I.1           [α]α̣αα̣αʹ ε̣ʹ Διὸς̣ Ὀλυμπ̣ί̣ο̣υ̣.
χεῖοι δὲ π̣έ̣ντε πεί̣π̣τ̣οντες̣ ὁ̣μοῦ τά[δ]ε̣ φ̣[ρ]ά̣ζ̣[ε]ι̣·
[Ζ]ε̣ὺς ἀγα[θ]ὴ̣ν β̣ο̣υ̣λὴν σαῖσι φρεσίν, ὦ ξ̣ένε, δ̣ώ̣σ̣[ει],
δώσει δ’ εὐφ̣ρ̣οσύνην ἔργοις, ἀν̣θ’ ὧν σὺ̣ χα̣ρήσ̣ι·
5 ἀ̣λλ̣ὰ Ἀφροδείτ̣ην ἱλάσκ̣ου καὶ Μα̣ιά̣δος υ̣ἱ̣ό̣ν̣.
II.1           α̣α[α]αγʹ ζʹ Ἀθηνᾶς Ἀρείας.
χεῖοι τέσσαρες πάντες ὁμοῦ, τ̣ρεῖος δ’ ὁ πέμ̣πτο[ς]·
ἔκθραν καὶ κα̣κότητα φυγὼν ἥξεις ποτὲ εἰς ἆ̣θ̣[λα],
ἥξεις κα̣[ὶ] δώσει σοι θεὰ γλαυκῶπις Ἀθήνη·
5 ἔστα̣ι σοι πρ̣[ᾶ]ξις κατ̣αθύ̣μιος, ἣν ἐπιβά̣λλῃ.
III.1           ααααδʹ ηʹ Μοιρῶν.  vacat
[τέσ]σαρες <ἢν> πείπτωσιν χεῖοι, τέσσαρ’ ὁ πέμπτ[ος],
[πρᾶ]ξιν, ἣν πράξις, μὴ πρ̣ᾶ̣σ̣σε· οὐ γὰρ ἄμεινον̣.
[ἀμ?]φὶ δὲ κάμνοντος χαλεπὸν καὶ ἀμήχαν[ο]ν̣ ἔ̣[σ]τ̣[αι],
5 [ἀλλ’?] ἀπόδημον ἰ̣δέσθαι χρόνου οὐδὲν κακ[ὸ]ν ἔσ̣τ̣[αι].
IV.1           αααγ̣γʹ θʹ Ἀ[ι?]ετοῦ Δ̣ιός.
εἰ δέ κε πείπτωσιν δύο τρεῖοι, τρεῖς δ’ ἅμα χεῖοι,
αἰ̣ετὸς ὑψιπετὴς εἰς δεξιὰ χε̣ιρὸς ὁδείτο̣υ̣
ὢν ἐπὶ μ̣αντείαν ἀγαθήν· σὺν [Ζ]ηνὶ μεγίστῳ
5 τ̣εύξῃ̣, ἐφ’ ἣν ὁρ̣μᾷς πρᾶξιν, μηθὲν̣ δὲ φοβηθῇς̣.
V.1           ααααϛʹ ιʹ Δαίμονος μεγίστου̣.
ἑξείτης μ̣οῦν̣ος, χεῖοι τέσσαρες τάδε φρ̣άζε̣[ι]·
δαίμονι, ἥ̣ντιν’ ἔχεις, εὐχὴν ἀποδόντ̣ι σ̣οι ἔ̣στ̣[αι]
βέλτιον, εἰ μέλλεις πράσσειν, κατὰ νοῦ̣ν ἃ̣ μερ̣ι̣μ̣[νᾷς]·
5 Δημήτηρ γάρ σοι καὶ Ζ̣εὺς σωτῆρες ἔσοντα̣ι.
VI.1           αααδγʹ ιʹ Τύχ̣ης Κηδεμόνος.
εἰ δέ̣ κε τρεῖς χεῖοι καὶ τέσσαρα, τρ̣ί̣α δ’ ὁ πέ̣μπ̣τ̣[ος],
τ̣ὴν πρᾶξιν μὴ πράξις, ᾗ νῦν ἐπιβά̣λλῃ·
τ̣όν γε νοῦ̣ν σὸν ἐόντα θεοὶ κατέχουσίν σ̣ε̣ α̣ὐ̣τ̣[οί]
5 τό̣ν τε πόνον λ̣[ύ]σ̣ουσι θεοὶ καὶ οὐθὲν κα̣κὸ̣ν̣ ἔ̣[σται].
VII.1           γγγααʹ ιαʹ Νείκης.
εἰ δέ κε τρεῖς τρ̣ία πείπτωσιν, χεῖοι δὲ δύ’ ἄλλ̣ο̣ι,
ν̣εικήσεις, λήμψῃ δ’, ἃ θέλεις, τὰ δὲ πάντα σοι̣ ἔσ̣ται·
τ̣ειμητόν̣ σε̣ τιθεῖ δαίμων ἐκθρῶν τε κρατή̣σεις,
5 βουλὴ δ’ ἔσται σοι καταθοίμιος, ἣν ἐπιβάλλῃ.
VIII.1           δδαααʹ ια̣ʹ Νείκης ἱλαρᾶς.
ε̣ἰ δέ κε πείπτωσιν δύο τέσσαρα, τρεῖς δ’ ἅμα χεῖ[οι],
τὴν πρᾶξιν πᾶσαν πρᾶσσε, ἔσται γάρ ἄμεινον̣·
τόν τε νοσέοντα θεοὶ σώσουσιν ἀπὸ κλείνης
5 κα̣ὶ τὸν ἐν ἄ̣λλῳ δήμῳ ἐόντα ἥξειν θεὸς αὐδᾷ̣.
IX.1           δγ̣γααʹ ιβʹ Ἀσκληπιοῦ.
τέσσαρα̣ δ’ εἰ πείπτοι, δύο τρεῖοι καὶ δύο μοῦνοι,
π̣ράξει μ̣ὲν χειμὼν ἐνκείσεται, ἀλλὰ καλόν σ̣ο̣ι·
καὶ τὸν κάμνοντ’ ἐν νούσῳ σώζ̣ειν θεὸς αὐδᾷ̣
5 τόν̣ τ’ ἀ̣π̣όδημον ἐόντα θεοὶ σώσουσιν εἰς οἴκους̣.
X.1           αααϛγʹ ιβʹ Τύχης κυβερνώσης̣.
τρεῖς̣ χ̣εῖοι καὶ ἑξείτης, πέν̣πτος τρία πείπτων·
μήπ̣ω σπεῦδε μολεῖν· οὐκ ἔστ<αι>, ἀλλ’ ἐπίμεινον·
εἰ δὲ κενοσπούδως χρήσ<ῃ, σ>εαυτὸν μέγα βλάψεις̣,
5 ἐπιμείναντι δὲ καιρὸς κατὰ πᾶν τ’ ἐπιτεύξῃ.
XI.1           αααϛδʹ ιγʹ Ἀφροδείτη̣ς.
τρεῖς χεῖοι καὶ ἑξείτης, π̣έμπτος τέσσαρα πείπτω̣ν·
στέλλε, ὅπου χρήζεις, χα̣[ί]ρων, σὺ δὲ οἴκαδ’ ἀφίξῃ
εὑρὼν καὶ πράξας, ὅσα φρεσὶ̣ν σῆσι μενοινᾷς·
5 ἀ̣λλὰ Ἀφροδείτην ἱλάσκου κ̣αὶ Μαιάδος υἱόν.
XII.1           γγγγαʹ ιγʹ Διὸς καὶ Ἀθηνᾶς.
εἷς χεῖος, τρεῖοι δὲ οἱ τέσσαρες <ἢν> πείπτωσιν, τάδε α̣ὐδ̣ᾷ̣·
εἰς̣ πρᾶξιν πᾶσαν ἀγαθὸς κα̣ὶ ἕτοιμος ἐπ’ ἔργον·
τόν τ’ ἐπὶ νούσῳ ἐόντα θεοὶ σ̣ώ̣σ̣ουσιν ἑτοίμως
5 καὶ περὶ τῶν ἄλλων μαντείων ἐστὶ καλῶς σοι.
face b.XIX.1            [γγγγγʹ ιεʹ — — —]
[εἰ] δ̣ὲ̣ π̣ά̣ν̣[τες τρεῖοι — — — — — —]
[μη]δ̣έ̣ν̣α̣? [․]ω̣[— — — — — — — — — —]
[ἀ]λ̣λ̣ὰ̣ π̣[άλιν — — — — — — — — — —]
5 κ̣α̣[ί] π̣ο̣τ̣[ε — — — — — — — — — — —]
XX.1       [δγϛααʹ ιεʹ — — —]
τ̣έ̣σ̣σ̣α̣[ρα — — — — — — — — — — — — —]
π̣ρ̣ᾶ̣ξ̣ι̣ν̣ [— — — — — — — — — — — — —]
[κ]α̣ὶ ἐ̣[ν νούσῳ — — — — — — — — —]
5 [κα]ὶ̣ τὸν ἐ̣[— — — — — — — — — — —]
XXI.1           [ϛγγγαʹ ιϛʹ — — —]
ξ̣[ε]ί̣τ̣η̣ς̣ [εἷς — — — — — — — — — —]
ο̣ὔ̣π̣[ω] κ̣[αιρὸς — — — — — — — — — —]
μη̣[δ]’ ὡ̣[ς — — — — — — — — — — — —]
5 ἥ̣σ̣[υ]χ̣α̣ [— — — — — — — — — — — — —]
XXII.1       [δδϛααʹ ιϛʹ — — —]
τ̣ε̣τ̣ρ̣ῶ[οι δύο — — — — — — — — — — —]
[ε]ἰ̣ς̣ π̣έ̣[λαγος? — — — — — — — — —]
ε̣Ι̣[— — — — — — — — — — — — — — — —]
5 θ̣ν̣η̣τ̣[ὸς ἐὼν? — — — — — — — — — — —]
XXIII.1        [δδδαγʹ ιϛʹ — — —]
τ̣έσ̣σ̣α̣[ρα τρία — — — — — — — — — —]
XXV.1         [ααγϛϛʹ ιζʹ — — —]
[πίπ]τουσ̣[ιν δύο χεῖοι — — — — — —]
[π]ά̣σαις̣ [— — — — — — — — — — — —]
[οἱ?] π̣α̣ῖδ̣ε̣ς̣? [— — — — — — — — — —]
5 [—]Ϲ̣[—]Ι̣Ϲ̣[— — — — — — — — — — — —]
XXVI.1        [αγγδϛʹ ιζʹ — — —]
 χε̣ῖος ε̣[ἷς — — — — — — — — — — —]
 οὐθε̣ν̣[— — — — — — — — — — — — —]
θν̣η̣[τ]ὸς̣ [ἐὼν — — — — — — — — — —]
5  σύρ̣μα̣τ̣[α — — — — — — — — — — — —]
XXVII.1        [δδγγγʹ ιζʹ — — —]
τέ̣σ̣σα̣[ρα δύο — — — — — — — — — —]
θ̣ά̣ρ̣σ̣[ει — — — — — — — — — — — — —]
τ̣ὸ̣ν γ̣ὰ̣ρ̣? [— — —]τ̣ιν̣[— — — — — — —]
5 μ̣ή̣τ̣ε̣ μ̣[— — — — —]ς̣ τ̣ο̣[— — — — — —]
XXVIII.1               [αδδδ]δ̣ʹ ι[ζʹ — — —]
[εἷ]ς̣ <χ>ε̣ῖ̣ο[ς — — —]․ο[— — — — — — — —]
e.XXXI? in crepidine lateris c:
1        [δ]δ̣δ̣γ̣[γ]ʹ ι̣η̣ʹ [— — — — — — — —]
ε̣ἰ̣ δ̣έ̣ κ̣ε̣ π̣ε̣ί̣π̣τ̣ωσ̣ι̣ν̣ δ̣ύ̣ο̣ [τρ]ε̣ῖοι κ̣α̣ὶ τ̣[ρ]ε̣ῖ[ς] τ̣ε̣τ̣[ρῶοι],
μ̣ή̣ σοι μ̣ω̣ρ̣ὰ̣? νόει, ὅ̣τ̣α̣ν̣ ἐ̣ν και̣[ρ]ῷ κ̣ρ̣ί̣νε̣ι̣[ν ᾖ?]·
β̣ου̣λ̣ή̣ν, ἣ̣ν̣ π̣ρ̣[άσ]σ̣εις̣, θ̣εὸς̣ ο̣ὐ̣[κ] ἐ̣ᾷ̣, ἀ̣[λ]λ’ [ἀ]ν[άμεινον]·
5 [δεινὸν δ]ὲ̣ ε̣[ἰ]ς̣ ἔ̣ρ̣ιν̣ [ἔρχεσθαι κα]ὶ̣ ἀ̣γ̣ῶν̣α̣ <δί>[κ]η̣ν̣ τ̣[ε?]
face c.XLIII.4 [ἐκφεύξῃ νούσου χαλε]π̣ῆ̣ς̣ π̣ά̣[ντω]ν̣ τ̣ε̣ δ̣ιέ̣ξ̣ις?
5 [τόν τ’ ὄντ’? ἐν ξενίῃ] χ̣ώ̣ρ̣ῃ̣ ἥξειν <θ>εὸς̣ αὐδ[ᾷ].
XLIV.1         α̣ϛ̣ϛ̣ϛ̣[γʹ κβʹ] Μ̣οιρ̣ῶ[ν] ἐπι̣φα̣ν̣ῶν.
[εἷς χεῖος, τρεῖς δ’] ἑ̣ξ̣ῖτ̣α̣ι, [πέμπτος] τ̣ρ̣ί̣α̣ π̣[ί]π̣τ̣[ω]ν·
[ἰ<ς> σ]τ̣ό̣[μ]α̣ μ̣ὴ̣ δ̣ώ̣σ̣[ις] τ̣ι λ̣ύκ̣ῳ̣ {ω̣}, <μ>ή? σο̣ί τ̣ι̣ ἔσ̣τ̣α̣ι·
δ̣υ̣σ̣[χ]ε̣ρ̣ές̣ ἐ̣[σ]τ̣[ι πρᾶγμ]α̣, π̣ε̣ρ̣ὶ̣ ὧν̣ π̣ε̣ύ̣θ̣ῃ̣, [κα]ὶ ἄ̣πισ̣τ̣ο̣[ν]·
5 [ἀλλ’ ἡσ]ύ̣[χι]ο̣ς̣ μ̣[έν]ε̣ λ̣ή̣ξ̣α̣ς̣ [ὁ]δ̣ο̣ῦ̣ κ[α]ὶ ἀ̣γορ̣α̣σ̣μ̣οῦ̣.
XLV.1         [δδδδϛʹ κβʹ] Π̣οσε̣ιδῶνος̣.
ἢν̣ [π]ε[ίπ]τ̣[ωσιν] τ̣έ̣σ̣σ̣α̣ρ̣’ ἔ̣σ̣ω?, κα̣ὶ εἷς̣ δὲ ἑξ̣είτης̣,
[εἰ]ς̣ πέ̣λ̣α̣γ̣ο̣ς̣ [σ]π̣έ̣ρ̣μ̣[α] β̣α̣λεῖν κ̣α̣ὶ γ̣ρ̣ά̣μ̣μ̣α̣τ̣α̣ γ̣ράψ̣α̣ι̣
[ἀμ]φ̣ό̣τε̣ρ̣ο̣ς̣ μ̣[ό]χ̣θος̣ τ̣ε̣ κ̣ε̣νὸς [κ]α̣[ὶ] π̣ρ̣ᾶ̣ξ̣ις ἄ̣[πρακ]τ̣ο̣ς̣·
5 [μ]η̣δ̣ὲ β̣ι̣ά̣ζ̣ο̣%⁸⁰?υ̣ ἀλι[τ]ρ̣[ὸ]ς̣ ἐ̣ὼ̣ν̣ θ̣ε̣ό̣ν̣, [ὅς] σέ̣ τι̣ β̣λά̣ψε̣ι̣.
XLVI.1         δ̣γ̣γ̣ϛ̣ϛ̣ʹ [κβʹ] Ἄ̣ρ̣ε̣ως θουρ̣ίο̣υ̣.
[τέσσαρ]ε̣ς̣ κ̣[αὶ] δ̣ύ̣ο τ̣ρ̣ε̣[ῖς], δ̣ύ[ο δὲ] ἑ̣ξ̣ε̣ῖτα̣ι̣ τά̣δε̣ α̣ὐδ̣[ᾷ]·
μ̣ὴ̣ β̣α̣ῖν̣’, ἣ̣ν μ̣έ̣λ̣λ̣%⁸⁰?ε̣ι<ς>, ξέ̣ν̣ε· τή̣ν̣δ̣ε γ̣ὰ̣ρ̣ [ο]ὐ̣δ̣ε̣[ί]ς̣.
λ̣έ̣ων? ἐσ̣χ̣ώρ̣η̣σ̣ε̣ν ἐὼν̣ μ̣έ̣γα̣ς̣, ὃ̣ν̣ πε[φ]ύ̣λα̣ξ̣ο̣,
5 [δει]<ν>[ό]ς̣?· ἄ̣πρ̣[α]κ̣τ[ος] ὁ̣ χ̣ρ̣η̣σ̣μό̣ς̣, ἐπ̣’ ἀ̣<σ>υ̣χ̣ί̣[η]ς̣ ἀ̣ν̣ά̣μ̣ε̣[ινον].
XLVII.1         α̣ϛ̣ϛ̣ϛ[δʹ] κ̣γʹ Ἀ̣[θ]η̣νᾶ̣ς.
ε̣ἷ̣ς̣ χ̣ε̣ῖ̣ος̣, τρ̣εῖς̣ δ̣ὲ̣ ἑξε̣ῖτ̣α̣ι κα̣ὶ τέ̣σσα̣ρ̣’ ὁ π[έμπ]το̣[ς]·
Π̣α̣λ̣λ̣ά̣δ̣’ [Ἀ]θ̣ηνα̣ίην̣ τε̣[ί]μ̣α κα̣ὶ πά̣ν̣τα̣ σο̣ι ἔσ̣[τ]α̣ι,
[ὅ]σ̣σ̣α̣ θέ̣λεις, κ̣α̣ί̣ σ̣[ο]ι τὰ̣ δε̣δογμ̣έ̣ν̣α̣ π̣ά̣ντ̣α̣ τ̣ε̣λ̣ε̣[ῖ]τ̣[αι]·
5 λ̣[ύ]σ̣ει̣ δ̣’ ἐκ δεσ̣[μῶ]ν̣ κ̣α̣ὶ τὸν ν̣οσ̣έ̣ο̣ν̣τ̣α̣ δὲ σώσ̣ει.
XLVIII.1         ϛϛδδγʹ κ̣γʹ Εὐφρ̣ο̣σύνη̣ς.
δ̣ύ̣ο δ’ ἑξε̣ῖτα̣ι, δ̣ύ̣ο τέ̣σ̣σα̣ρ̣α̣ κα̣ὶ τρε̣ῖος ὁ πέ̣ντος̣ {²⁶πέμπτος}²⁶·
φρ̣ο̣ῦδ̣ε?, ὅπου σὺ̣ [ἕ]τ̣οιμος̣, πά̣[λ]ι γὰ̣ρ δόμ̣ον ἥ̣ξεις̣
ε̣ὑ̣ρ̣ὼν κ̣α̣ὶ π̣ρ̣ά̣ξας κ̣%⁸⁰?α̣τὰ̣ ν̣οῦν̣ π̣ά̣ντ[ω]ν̣ τε̣ κ̣ρα̣τ̣ή̣[σεις]·
5 εὐ̣φ̣[ρο]σ̣ύ̣νη̣ τ̣[ι] ὠ̣[ν]ε̣ῖσ̣θ̣α̣ι πωλεῖν τ̣ε̣ κ̣[α]ὶ̣ [ο]ὕ̣τ̣ως̣.
XLIX.1         [ϛϛ]ϛ̣γ̣γ̣ʹ κδ̣ʹ [Ἀ]πόλλω̣νος Πυ̣θ̣ί̣ο̣[υ].
ἑ̣ξεῖτα̣ι̣ τ̣ρ̣[ε]ῖς π̣ε̣ίπ̣τ̣οντες, τρ̣ε̣ῖ̣οι δὲ δ̣ύο <τ>ά̣[δ’] ἐ̣σ̣[τί]·
[μί]μ̣νειν, μ̣ὴ̣ π̣ρά̣ξ̣ῃ̣ς, Φ̣[ο]ί̣β̣ου χρησμοῖσι δὲ̣ πείθ̣ου·
ἐ̣ν̣ χρ̣όν̣ῳ κα̣ιρ̣[ὸ]ν̣ τηρ̣εῖν̣, νῦν δ’ ἥσυχος̣ ἴσθι̣·
5 μ̣εικρ̣ὸν ἐ̣π̣ισ̣χ̣ὼ̣ν τε̣λ̣[έσ]εις πά̣ν̣θ̣’, ὅσ̣α̣ μ̣ε̣ρ̣ι̣μνᾷ̣ς.
L.1         δδδϛ̣ϛ̣ʹ κ̣δ̣ʹ Κ̣ρόν̣ου τε̣κ̣νοφ̣ά̣γου.
τ̣έσ̣σ̣αρα̣ τρ̣εῖς, δ̣ύο δ̣’ ἑξε̣ῖτ̣α̣ι· τά̣δε̣ σ̣οι̣ θ̣εὸς α̣ὐ̣δ̣ᾷ̣·
μ̣ί̣μνε δόμ̣ων̣ ἐπὶ σῶν πά̣λ̣ι μη̣δ̣’ ἄ̣λλοθι β̣α̣ίν̣ων,
μ̣ή̣ σοι θὴρ̣ ὀλοὸς κ̣α̣ὶ ἀ̣λά̣σ̣τωρ̣ ἐνγύθ̣ε̣ν̣ ἔλ̣θ̣ῃ·
5 οὐ̣ γὰ̣ρ̣ ὁ̣ρ̣ῶ̣ πρᾶ̣ξιν τήνδ’ ἀ̣σ̣φαλῆ {ν} οὐδ̣ὲ̣ [β]έ̣β̣αιο[ν].
LI.1         δϛ̣ϛϛγʹ κεʹ Μην̣ὸς φωσφόρ̣ου.
[τ]έ̣σ̣σα̣ρα̣ δ’ εἷ<ς> πείπτ̣ων, τρ̣ε̣ῖς δὲ ἑξ̣ῖτα̣ι, τρ̣ί’ ὁ πέ̣μπ̣το̣ς̣·
[θά]ρ̣σ̣ει· κα̣ιρ̣ὸν ἔχεις, πράξ̣εις, ἃ θέ̣[λ]εις, κα̣ιρ̣[οῦ τ]ε ἐ̣πι̣τ̣ε̣ύ̣[ξῃ]
ε̣ἰς̣ ὁδ̣ὸν [ὁ]ρ̣μ̣η̣θῆν̣α̣ι̣· ἔχει καιρόν̣ τινα ὁ μ̣όχθος·
5 ἔργον τ’ ἐ[γχ]ι̣ρ̣εῖν ἀ̣γ[α]θ̣ὸ̣ν̣ κ̣α̣ὶ̣ ἀ̣γῶν̣<α> δίκ̣ην̣ τ̣ε̣.
LII.1         ϛ̣ϛ̣ϛ̣ϛ[αʹ κεʹ] {Δ̣} Μ̣<η>τρ̣[ὸ]ς θ̣εῶν̣.
[τ]έ̣σσα̣ρ̣ες ἑ̣ξε̣ῖτ<α>ι, πέμ̣πτος̣ χεῖος̣ τά̣δε α̣ὐδᾷ̣·
ὡ̣ς̣ ἄ̣ρ̣ν̣α̣ς̣ κ̣ρ̣α̣τοῦσ̣ι λύκοι κρα̣τερ̣οί τε̣ λ̣έο[ν]τ̣ε̣ς
β̣ο̣[ῦ]ς̣ ἕ̣λικ̣α̣ς, π̣ά̣ν̣τ̣ων̣ το̣ύτων δ’ ἔ̣τι κ̣α̣ὶ σ̣ὺ κρα̣τ̣ήσ[ε]ι[ς]
5 [κ]α̣ὶ̣ π̣ά̣ν̣τ’ ἔ̣στ̣α̣ι σο̣ι̣, ὅσσ’ ἐπερωτᾷς, σὺν Δ̣ιὸς̣ Ἑ̣ρ̣μ̣ῇ̣.
LIII.1         {Δ̣ι} ϛ̣ϛ̣ϛ̣δδʹ κ̣ϛʹ Διὸς κα̣τα̣χθονίου.
τρεῖς δ’ ὅτα̣ν ἑξ̣ε̣ῖ̣τα̣ι, δύο τέσσα̣ρα, χρ̣η̣σ̣μὸ̣ς̣ [ὅ]δ’ α̣ὐδᾷ̣·
[ἡ] π̣ρ̣[ᾶ]ξις κωλ̣ύμ̣α̣τ’ ἔ̣[χ]ει· μ̣ὴ σπεῦ̣δ’, ἀ̣λλ̣’ ἐπίμεινον·
[λυ]πηρά τις ὁδ̣ὸς̣ κ̣α̣ὶ ἀ̣μ̣ή̣χα̣νος οὐδὲ̣ π̣ρ̣ο̣σ̣ικτή·
5 [ὠ]ν̣ε̣ῖ̣σ̣θα̣ι̣ χα̣λεπ̣[ὸ]ν κ̣α̣ὶ̣ π̣[ω]λ̣εῖν τι βλά̣βος ἔσ̣τα̣ι̣.
LIV.1         ϛϛϛϛγʹ κ̣ζ̣ʹ Ἀ̣φρ̣οδείτη̣ς οὐρανίας·
[τέ]σ̣σ̣[α]ρες̣ ἑξ̣εῖτα̣[ι], μ̣οῦνος τρία σοι τά̣δε φρά̣ζει·
ο̣ὐ̣[ρ]α̣νόπαις Ἀ̣φ̣ρ̣ο̣δ̣είτη, Ἐ̣ρ̣ώ̣των πότνι’ ἄ̣νασσα,
π̣έμ̣ψ̣ει μαν̣τ̣εῖ[α]ν ἀ̣γαθήν, δώσει δ’ ὁδόν̣ τοι (sic),
5 [ἐκφε]ύ̣ξ̣[ῃ] τ̣ε̣ ν̣όσου̣ κ̣α̣ὶ̣ [φ]ρ̣ον̣τίδος α̣ἰνεσιθ̣ύμου.
LV.1         ϛ̣ϛϛϛ̣δ̣ʹ κ̣ηʹ Βλ̣ά̣β̣ης.
ἥ̣κ̣[ου]σιν̣? δὲ ἑ̣ξ̣εῖτ̣[αι] κα̣<ὶ> τέσσα̣ρα̣ μοῦνος·
[οὐκ ἔ]σ̣τι πρ̣ᾶ̣[ξ]α̣ί τ̣ι, μά%⁸⁰?τ<η>[ν] μὴ̣ δὴ κενὰ̣ μόχθει,
[μή σ]ο̣ι̣ σ̣πεύδον̣τι β̣λ̣άβος τ[ι] γ̣ένηται·
5 [οὔτε γὰ]ρ εἰς [ὁ]δ̣ὸν̣ ὁρ̣<μ>ή̣σα̣σ̣θ̣αι κα̣λὸν οὔτ’ ἀγοράζειν.
LVI.1         [ϛ]ϛ̣ϛ̣ϛϛʹ [λʹ] Ἑρμοῦ τετραγώνου.
[εἰ δέ κε]ν̣ ἑξ̣ε̣ῖται πά̣ν̣τες πείπτωσιν ὁμοῖοι,
[μὴ βαῖν’, ἣν] μ̣έ̣λλεις̣, μ̣είναντι δέ σο̣ι ἔσται ἄμεινον̣·
face d.LVI.4 κ[α]ί̣[ρι’] ἄ̣φ̣α̣ρ̣ σ̣ο̣ι ὁρ̣ῶ· μ̣ε̣ῖν<ο>ν· με̣τ̣ὰ̣ τα̣ῦ̣τ̣α̣ γ̣ὰ̣[ρ][σ]τ̣α̣ι̣
5 τ̣όν τε φ̣όβον λύσ̣ει, κ̣α̣ὶ τ̣ὸν κ̣ά̣μνοντα̣ δ̣ὲ̣ σ̣ώσει.
                vacat
Search Help
Contact Us