[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Θεοδώρα Νουμερ̣ιανοῦ Συέδρισσα |
κατέστησεν τῷ γλυκυτάτῳ μου | |
ἀνδρὶ Αἰλίῳ Τηλέφῳ Ἰσαύρῳ, | |
βενεφικιαρίῳ ἔχοντι στατιώναν | |
5 | ἐν Ὀλύμπῳ, ὃν πολλῷ χρόνῳ νοσή- |
σαντα καὶ τελευτήσαντα κ̣α̣[τ]ε̣[θ]έ- | |
μην ἐνθάδε· μηδένα δὲ ἐξὸν βλη- | |
θῆναι ἰς τὸ ἀνγεῖον εἰ μὴ ἐμὲ τὴν | |
σύνβιον αὐτοῦ· ἐάν τις δὲ βιάσηται | |
10 | καὶ ἀνύ̣ξ̣ῃ καὶ βάλῃ ἕτερον πτῶμα, ὑπο- |
κείσεται τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 ͵γφ· | |
ὁ δὲ ἐλένξας λήμψεται [τὸ τρί]τον. | |
χαίρετε, οἱ παράγοντες, καὶ μνήσκε- | |
σθέ μ̣ου, οἱ φίλοι καὶ οἱ συνγενεῖς. |