[ ]
Lycia, E. — Olympos — Roman period
1 | Αὐρηλία Ῥοδοὺς Ἑρμαίου Διονυσιδώρου Ὀλυμπηνὴ κατεσκεύασα |
τὸν τύμβον ἑαυτῇ καὶ τῷ ἀνδρί μου Δημητρίῳ καὶ τοῖς τέκνοις | |
ἡμῶν καὶ ἐνγόνοις καὶ τῇ γλυκυτάτῃ προϋποκειμένῃ | |
τροφίμῃ Ὀλυμπιάδι καὶ Ἑρμαίῳ Διονυσιδώρου, πατρί μου, | |
5 | καὶ μητρί μου Χρυσογονίᾳ καὶ τῷ δευτέρῳ ἀνδρί |
μου Μακαρίῳ, οἰκονόμῳ τοῦ Λυκίων ἔθνους· ἑτέρῳ δὲ | |
οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασά- | |
μενος ἐνκηδεῦσαι ἐκτήσι {²⁶ἐκτείσει}²⁶ Ὀλυμπηνῶν τῇ πόλει | |
𐆖 ͵αφʹ, ὧν ὁ ἐλέγξας λήμψεται τὸ τρίτον. | |
10 | ἐπέτρεψα |
δὲ | |
κηδευθῆ- | |
ναι αὐτὸν | |
σύντρο- | |
15 | φόν μου Εὐπρέπην |
Ὀλυμπη- | |
νὸν | |
καὶ γυναῖκα | |
αὐτοῦ Αὐρηλίαν | |
20 | Ὀλυμπηνήν. |