[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρήλιος [․․6․․․] Ὀλυμπηνὸς κατεσκεύασα
τὸν τύμβον ἑαυτῷ καὶ γυναικί μου καὶ
ἀδελφῷ μου Λέοντι καὶ γυναικὶ αὐτοῦ καὶ
ἀδελφῇ τῆς γυναικός μου· ἑτέρῳ δὲ
5 οὐδενὶ ἐξέσται κηδευθῆναι, εἰ μὴ ἐγγράφως
τινὶ ἐπιτρέψω, ἢ ὁ βιασάμενος
ἐκτείσει τῷ δήμῳ 𐆖 φʹ, ὧν ὁ
ἐλέγξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us