[ ]
Lycia, E. — Olympos — Roman period
1 | Αὐρήλιος [․․6․․․] Ὀλυμπηνὸς κατεσκεύασα |
τὸν τύμβον ἑαυτῷ καὶ γυναικί μου καὶ | |
ἀδελφῷ μου Λέοντι καὶ γυναικὶ αὐτοῦ καὶ | |
ἀδελφῇ τῆς γυναικός μου· ἑτέρῳ δὲ | |
5 | οὐδενὶ ἐξέσται κηδευθῆναι, εἰ μὴ ἐγγράφως |
τινὶ ἐπιτρέψω, ἢ ὁ βιασάμενος | |
ἐκτείσει τῷ δήμῳ 𐆖 φʹ, ὧν ὁ | |
ἐλέγξας λήμψεται τὸ τρίτον. |