[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 τόνδε τὸν τύμβον Διονύσιος, οἰκονόμος τῆς πόλε-
ως, κατεσκεύασεν ἑαυτῷ καὶ Τύχῃ Ὑγείας Ὀλυμπηνῇ
καὶ Χαιρούσῃ̣ καὶ Διονυσίῳ τέκνοις καὶ Ἀρτείμᾳ καὶ Ἀγαθόπο-
δι καὶ Ναυκληρικῷ τοῖς Ὑγείας Ὀλυμ(πηνοῖς)· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ-
5 σται ταφῆναι, ἐκτὸς ἐὰν μὴ ἐγὼ ἐνγράφως ἐ-
πιτρέψω, ἢ ὁ θάψας τινὰ ἐκτείσει τῷ φίσκῳ 𐆖 ͵α
καὶ ὁ ἐλένξας λήμψεται τὸ τρίτον. ❦
Search Help
Contact Us