[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Κοσμικὸς Φιλοκράτους Ὀλυμπηνὸς
κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ
γυναικὶ Αὔγῃ καὶ τέκνοις καὶ ᾗ προκατεθέμη̣[ν]
μου θυγατρὶ Ὀνησικρατείᾳ καὶ ἐνγόνοις μου καὶ
5 ἀδελφαῖς μου Ἀρτέμιτι καὶ Ἀφροδεισίᾳ·
ἑτέρῳ δὲ οὐδενὶ ἐξξέσται {²⁶ἐξέσται}²⁶ κηδεῦσαί τινα,
εἰ μή τινι ἐνγράφως συνχωρήσω ἐγώ·
ἐὰν δέ τις βιάσηται, ἐκτείσει τῷ φίσσκῳ̣ {²⁶φίσκῳ}²⁶
𐆖 ͵α, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον.
Search Help
Contact Us