[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Κοσμικὸς Φιλοκράτους Ὀλυμπηνὸς |
κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ | |
γυναικὶ Αὔγῃ καὶ τέκνοις καὶ ᾗ προκατεθέμη̣[ν] | |
μου θυγατρὶ Ὀνησικρατείᾳ καὶ ἐνγόνοις μου καὶ | |
5 | ἀδελφαῖς μου Ἀρτέμιτι καὶ Ἀφροδεισίᾳ· |
ἑτέρῳ δὲ οὐδενὶ ἐξξέσται {²⁶ἐξέσται}²⁶ κηδεῦσαί τινα, | |
εἰ μή τινι ἐνγράφως συνχωρήσω ἐγώ· | |
ἐὰν δέ τις βιάσηται, ἐκτείσει τῷ φίσσκῳ̣ {²⁶φίσκῳ}²⁶ | |
𐆖 ͵α, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον. |