[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρ(ήλιος) Ἵλαρος Διοτείμου Ὀλυμπηνὸς κατε-
σκεύασα τὸν τύμβον ἑαυτῷ καὶ γυναικὶ Αὐρ(ηλίᾳ) Ἑ-
λενοῦτι Ἀθηναίου καὶ τέκνοις καὶ ἐνγόνοις, ἑτέρῳ
δὲ οὐδενί, εἰ μὴ ἐγώ τινι ἐνγράφως ἐπιτρέψω, ἢ ὁ βι-
5 ασάμενος ἐκτείσει Ὀλυμπηνῶν τῷ δήμῳ 𐆖 φʹ,
  ὧν ὁ ἐλένξας λήμψετε τὸ τρίτον.
Search Help
Contact Us