[ ] Lycia, E. — Olympos — Roman period
1 κατεσκεύασεν τὸν τύμβον Θεόδω-
ρος Τατίας Ὀλυμπηνὸς ἑαυτῷ καὶ
γυναικὶ αὐτοῦ Ματέρνᾳ καὶ τέκνοις αὐτοῦ
Λέοντι καὶ Ἑρμ̣ῆτι καὶ Θεοδώρᾳ καὶ τοῖς ἐκ Ματέρ-
5 νας καὶ ᾗ ἀνεθρεψάμην Χαιρούσῃ· ἑτέρῳ δὲ
οὐδενεὶ ἐξέσται κηδευθῆνε, ἢ ὁ κηδεύσας
τινὰ ἐκκτείσι {²⁶ἐκτείσει}²⁶ τῷ Ἡφαίστῳ 𐆖 ͵α, ὧν ὁ ἐλένξας
λήνψετε τὸ τρίτον.
                                         συνεχώρη-
10                                          σα δὲ καὶ τῇ
                                         ἀδερφῇ μου
                                         Ζωσιμοῦτι
                                         καὶ Εὐφρᾷ
                                         Ὀρέστου
15                                          κηδευθῆναι.
Search Help
Contact Us