[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Εὔνους Ῥησιμάχου Ὀλυμπηνὸς |
| κατεσκεύασα τὸν τύμβον ἑαυτῷ | |
| καὶ γυναικὶ Καρπίμῃ καὶ τέκνοις· ἑτέ- | |
| ρῳ δὲ οὐδενὶ ἐξὸν κηδευθῆνε, | |
| 5 | ἢ ὁ κηδεύσας δώσι θε̣ῷ Ἡφαίστῳ 𐆖 ͵α, |
| ὧν ὁ ἐλένξας λήψετε τὸ τρίτον, | |
| ἐκτὸς εἰ μὴ ἐγὼ ἐνγράφως συνχωρήσω. |