[ ] Lycia, E. — Olympos — Roman period
1 Ἀνεμέσητος τὸν τάφον κα-
τεσκεύασα ἑαυτῷ καὶ γυναικὶ
καὶ τέκνοις καὶ ἐνγόνοις καὶ πενθερᾷ·
ἕτερον δὲ οὐδένα βούλομαι ἐνκηδευθῆ-
5 ναι, ἢ [ὁ] βιασάμενος ἐνκηδεῦσαί τινα ἐ-
κτείσει τῷ θεῷ Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλέν-
ξας λήνψεται τὸ τρίτον.
Search Help
Contact Us