[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρ(ήλιος) #⁵⁶ Φιδίας Δημητρίου Φαρνάκου Ὀλυμπηνὸς κὲ Ἐπαφρόδ[ει]- |
| τος ἀδελφός μου κατεσκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ γυ- | |
| νεξὶ ἡ̣μῶν̣ Ἀρέτῃ Ἐπαφροδείτου οἰκοῦσᾳ (sic) ἐν Ὀλύμπῳ κὲ̣ τέ- | |
| κνοις ἡμῶν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέστε κηδεῦσέ τινα, ἢ ὁ κη- | |
| 5 | δεύσας τινὰ ἐκτείσει θεῷ Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας |
| λήμψετε τὸ τρίτον. |