[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1        Αὐρηλία Γαμικὴ Διοτείμου Ὀλυμπηνὴ
[κ]ατεσκεύασα τὸν τύμβον ἑαυτῇ καὶ ἀνδρί
μ̣ου Ἑρμῇ καὶ τέκνοις μου καὶ ἐνγόνοις καὶ προ-
[ε]ν̣γ̣όνοις μου Ζωσιμοῦτι καὶ Δρακοντίδι καὶ Ἑρ-
5 μῇ̣ καὶ τέκνοις αὐτῶν καὶ Ἡφαιστοκλεῖ ἀνδρὶ τῆς
Ζωσιμοῦτος· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαι, ἢ
ὁ βιασάμενος ἐκτείσι τῷ φίσκῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας
              [λήμψετα]ι [τὸ] τ[ρίτο]ν.
Search Help
Contact Us