[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1   Αὐρ(ήλιος) Θεότος {²⁷Θεό<δο>τος?}²⁷ Φιλοκτήτορος Ὀλυμπη-
 νὸς κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ
 γυναικί μου Αὐρ(ηλίᾳ) Ἀμμίᾳ Τροκόνδου Ὀλυμπηνῇ
 καὶ τέκνοις μου καὶ τοῖς τούτων παιδίοις· ἑτέρῳ
5 δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, εἰ μὴ ἐγώ τ̣ι̣νι ἐνγ̣ρά̣-
φως ἐπιτρέψω, ἢ ὁ βιασάμενος ἐνκη̣<δεῦ>σαι ἐκ[τ]ί̣σι τῷ φ̣ί-
 σχῳ {²⁶φίσκῳ}²⁶ 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρ̣ίτον.
Search Help
Contact Us