[ ] Lycia, E. — Olympos — Roman period
1 Ζωσι̣μ̣ᾶς ὁ καὶ Εὐφρ̣ό[συ]νος Ὀλυ̣μπηνὸς
τὸν τύμβον τῇ̣ π̣ροκα̣τοιχομένῃ πενθερᾷ
καὶ ἑαυτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ ἐγγόνοις,
ἑτέρῳ δὲ οὐδενεί, ἢ ὁ κηδεύσας τινὰ ἐκτείσ[ι]
5 Ὀλυμπηνῶν τῇ πόλει 𐆖 ͵α, ὧν ὁ ἐλένξας λήνψεται τὸ
τρίτον, ἐκτὸς ἰ {²⁶εἰ}²⁶ μή τινει ἐνγράφως συνχωρήσω.
Search Help
Contact Us