[ ] Lycia, E. — Olympos — Roman period
1         Αὐρή[λι]οι̣ Καλλίνεικος
Θεοδότης καὶ Ἐπίχαρ̣ις Ἱέρωνος̣ Ὀλυμπη-
νοί, ὃν κατεσκευ̣ά̣σαμεν [τύ]μβ̣ον, ἐνκ̣η-
δευθησόμεθα ἡμεῖς καὶ τὰ τέκνα ἡ-
5 μῶν· ἑτέρῳ δὲ οὐδενὶ ἐξ̣ὸν ἐνκη̣δε[ῦσ]αι, [ἐὰ]ν̣
μὴ ἡμ̣εῖς τινι ἐν%⁸⁰?γράφως ἐπιτρέψωμεν, ἢ
ὁ βιασάμεν̣ος ἐνκηδεῦσαι ἐκτείσι Ὀλ[υ]νπην[ῶ]ν̣
[τ]ῇ̣ πόλι 𐆖 φʹ, ὧν ὁ ἐλένξ[ας] λ̣[ήμψ]ε̣[τ]α̣[ι] τ̣ὸ [τρίτον].
Search Help
Contact Us