[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Λέων καὶ Γηράσιμος οἱ Τειμάρχου β
τοῦ καὶ Διοτείμου ὠνησάμεθα καὶ ἐπε-
σκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ
γυναιξὶν ἡμῶν καὶ τέκνοις καὶ ἐγγόνοις
5 καὶ ἀδελφοῖς ἡμῶν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ-
σται ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασάμενος
ἐκτείσει τῷ φίσκῳ 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας λήμ-
ψεται τὸ τρίτον.
Search Help
Contact Us