[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρ(ήλιος) Νει[κοσ]θένη̣ς Ἀυείτου Ὀλυμπη-
νὸς κατε%⁸¹?σ%⁸¹?κεύασα τὸν τύμβον ἑαυ-
τῷ καὶ̣ γ̣υναικί μου Σωζούσῃ καὶ τέκνοις καὶ ἀ-
δερφῇ {²⁶ἀδελφῇ}²⁶ μου Εὐτυχιανῇ καὶ πενθεροῖς μου Εὐτύ-
5 χῃ καὶ Κοσμίᾳ· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦ-
σαι, εἰ μὴ ἐγώ τινι ἐνγράφως ἐπιτρέψω, ἢ ὁ βια-
σάμενος ἐνκηδεῦσαι ἐκτείσι Ὀλυμπηνῶν
τῷ δήμῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται vacat
[τὸ τρίτον].
Search Help
Contact Us