1 | θεός. ἀγαθᾶι τύχαι. μηνὸς Δωδεκάτου, συνόδοις καθημένο̣υ̣ |
τοῦ συνεδρίου καὶ γινομένου ἐμ[φα]ν̣ισμοῦ ὑπὸ πλειόνων, ὅτι καλῶς | |
ἔχον ἐστὶ καὶ δίκαιον τᾶι πόλει, εὐεργέτα γεγονότος εἰς αὐτὰν ἐν̣ | |
πολλοῖς Ἀριστοβούλου, ποιουμένου διὰ παντὸς αὐτοῦ δαπάνας ἐκ̣ | |
5 | τοῦ ἰδίου βίου καὶ πλείονας, ἃ μ̣ὲ̣ν σιτοπωλοῦντος αὐτοῦ πλειονά- |
κις, ὅταν ἦν χρεία, βλάπτοντος τὸν ἴδιον βίον χάριν τοῦ πᾶσιν συμφέ- | |
ροντος, ἃ δὲ καὶ κατασκευάζοντος τᾶι πόλει, τινὰ δὲ καὶ ἐπισκευά- | |
ζοντος τῶν κοινῶν τόπων καὶ εἰς ταῦτα δαπανῶντος διάφορα καὶ | |
πλείονα, ἔν τε ταῖς ἀρχαῖς ἴσως καὶ δικαίως ἀνεστραμμένου πο- | |
10 | τὶ πάντας, ὁμοίως δὲ καὶ ἐν ταῖς λειτουργίαις μεγαλοψύχως καὶ |
μεγαλομερῶς πεποιημένου τὰν δαπάναν καὶ χοραγίαν πᾶσαν, ἐν | |
δὲ ταῖς λοιπαῖς αἷς ἁ πόλις ἔσχηκε χρείαις αὐτοῦ τετηρηκότος τὰς | |
ἐ̣νχειριζομένας ὑπὸ τᾶς πατρίδος αὐτῶι πίστεις καὶ διὰ ταῦτα πάν̣- | |
τα βεβλαβότος καὶ πλείονα τὸν ἴδιον βίον, v ἔδοξε τοῖς ἄρχουσι καὶ συν̣- | |
15 | έδροις καὶ τῶι δάμωι, ἐπαινέσαι Ἀριστόβουλον Ξενοδόκου Ἐπιδαύριον καὶ δεδό- |
σθαι αὐτῶι τιμὰς καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, στᾶσαι δὲ καὶ ε[ἰ]- | |
κόνα αὐτοῦ χαλκέαν ἔφιππον ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Μ̣αλεά- | |
τα καὶ τοῦ Ἀσκλαπιοῦ ἐν τῶι ἐπιφανεστάτωι τόπωι ἐπιγραφὰν ἔχουσ̣α̣ν | |
[τ]ά̣νδε· v "ἁ πόλις τῶν Ἐπιδαυρίων Ἀριστόβουλον Ξενοδόκου Ἐπιδαύριον̣ | |
20 | [ἀρετᾶ]ς ἕνεκεν καὶ εὐνοίας ἇς ἔχων διατελεῖ εἰς αὐτάν", καὶ ἀναγορεύειν |
[τὸν στ]έφανον ἐν τῶι ἀγῶνι τῶν Ἀπολλωνίων καὶ Ἀσκλαπιείων̣ καθ’ ἕκασ̣- | |
[τον ἐνιαυτό]ν̣, ὅτι "στεφανοῖ ἁ πόλις ἁ τῶν Ἐπιδαυρίων Ἀριστόβου- | |
[λον Ξενοδόκου Ἐπιδαύριον χρυ]σῶι στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ εὐνοί- | |
[ας ἇς ἔχων διατελεῖ εἰς αὐτάν"· τᾶς δ’ ἀναγ]ο̣ρεύσιος τοῦ στεφάνου τὰν | |
25 | [ἐπιμέλειαν ποιεῖσθαι — — — — — — — — — — — — — — — — — — — —] |
IG IV²,1
65