[ ] Epidauria — Epidauros — 1st c. BC
1 θεός. ἀγαθᾶι τύχαι. μηνὸς Δωδεκάτου, συνόδοις καθημένο̣υ̣
τοῦ συνεδρίου καὶ γινομένου ἐμ[φα]ν̣ισμοῦ ὑπὸ πλειόνων, ὅτι καλῶς
ἔχον ἐστὶ καὶ δίκαιον τᾶι πόλει, εὐεργέτα γεγονότος εἰς αὐτὰν ἐν̣
πολλοῖς Ἀριστοβούλου, ποιουμένου διὰ παντὸς αὐτοῦ δαπάνας ἐκ̣
5 τοῦ ἰδίου βίου καὶ πλείονας, ἃ μ̣ὲ̣ν σιτοπωλοῦντος αὐτοῦ πλειονά-
κις, ὅταν ἦν χρεία, βλάπτοντος τὸν ἴδιον βίον χάριν τοῦ πᾶσιν συμφέ-
ροντος, ἃ δὲ καὶ κατασκευάζοντος τᾶι πόλει, τινὰ δὲ καὶ ἐπισκευά-
ζοντος τῶν κοινῶν τόπων καὶ εἰς ταῦτα δαπανῶντος διάφορα καὶ
πλείονα, ἔν τε ταῖς ἀρχαῖς ἴσως καὶ δικαίως ἀνεστραμμένου πο-
10 τὶ πάντας, ὁμοίως δὲ καὶ ἐν ταῖς λειτουργίαις μεγαλοψύχως καὶ
μεγαλομερῶς πεποιημένου τὰν δαπάναν καὶ χοραγίαν πᾶσαν, ἐν
δὲ ταῖς λοιπαῖς αἷς ἁ πόλις ἔσχηκε χρείαις αὐτοῦ τετηρηκότος τὰς
ἐ̣νχειριζομένας ὑπὸ τᾶς πατρίδος αὐτῶι πίστεις καὶ διὰ ταῦτα πάν̣-
τα βεβλαβότος καὶ πλείονα τὸν ἴδιον βίον, v ἔδοξε τοῖς ἄρχουσι καὶ συν̣-
15 έδροις καὶ τῶι δάμωι, ἐπαινέσαι Ἀριστόβουλον Ξενοδόκου Ἐπιδαύριον καὶ δεδό-
σθαι αὐτῶι τιμὰς καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, στᾶσαι δὲ καὶ ε[ἰ]-
κόνα αὐτοῦ χαλκέαν ἔφιππον ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Μ̣αλεά-
τα καὶ τοῦ Ἀσκλαπιοῦ ἐν τῶι ἐπιφανεστάτωι τόπωι ἐπιγραφὰν ἔχουσ̣α̣ν
[τ]ά̣νδε· v "ἁ πόλις τῶν Ἐπιδαυρίων Ἀριστόβουλον Ξενοδόκου Ἐπιδαύριον̣
20 [A)RETA=]S E(/NEKEN KAI\ EU)NOI/AS A(=S E)/XWN DIATELEI= EI)S AU)TA/N", KAI\ A)NAGOREU/EIN
[τὸν στ]έφανον ἐν τῶι ἀγῶνι τῶν Ἀπολλωνίων καὶ Ἀσκλαπιείων̣ καθ’ ἕκασ̣-
[τον ἐνιαυτό]ν̣, ὅτι "στεφανοῖ ἁ πόλις ἁ τῶν Ἐπιδαυρίων Ἀριστόβου-
[λον Ξενοδόκου Ἐπιδαύριον χρυ]σῶι στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ εὐνοί-
[ας ἇς ἔχων διατελεῖ εἰς αὐτάν"· τᾶς δ’ ἀναγ]ο̣ρεύσιος τοῦ στεφάνου τὰν
25 [ἐπιμέλειαν ποιεῖσθαι — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us