[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Ἕλενος Ἀρτεμεισίας κατεσ̣κεύασεν |
τὸν τύμβον ἑαυτῷ καὶ γυναικὶ Ζωσίμῃ | |
καὶ τέκνοις καὶ ἐγγόνοις· ἑτέρῳ δὲ | |
οὐδενὶ ἐξέσται ἐνκηδεῦσαί τινα, | |
5 | εἰ μὴ ἐγώ τινι ἐνγράφως ἐπιτρέψω, |
ἢ ὁ βιασάμενος ἐκτείσει τῷ ταμείῳ | |
προστείμου 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξ̣ας | |
λήμψεται τὸ τρίτον. |