[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Ἕλενος Ἀρτεμεισίας κατεσ̣κεύασεν
τὸν τύμβον ἑαυτῷ καὶ γυναικὶ Ζωσίμῃ
καὶ τέκνοις καὶ ἐγγόνοις· ἑτέρῳ δὲ
  οὐδενὶ ἐξέσται ἐνκηδεῦσαί τινα,
5    εἰ μὴ ἐγώ τινι ἐνγράφως ἐπιτρέψω,
   ἢ ὁ βιασάμενος ἐκτείσει τῷ ταμείῳ
   προστείμου 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξ̣ας
            λήμψεται τὸ τρίτον.
Search Help
Contact Us