[ ] Lycia, E. — Olympos — Roman period
1 Λικιννία Ποπλίου Ὀλυμπηνὴ κατεσκε̣ύ-
ασα τὸν τύμβον ἑαυτῇ καὶ ἀνδρί μου Εὐ-
πορίστῳ καὶ υἱῷ μου Εὐπορίστῳ καὶ γυ-
ναικὶ αὐτοῦ, ἑτέρῳ δὲ οὐδενεί, <εἰ> μὴ ὁ ἀνήρ
5 μου ἐνγράφως τινὶ συνχωρήσῃ, ἢ ὁ βια-
σάμενος ἐκτείσει Ὀλυμπηνῶν τῷ δήμῳ
𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us