[ ]
Epidauria — Epidauros — 115/114 BC
1 | ἐπεὶ Ἀρχέλοχος Ἀριστοφάντου ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρχων |
τάν τε ἀναστροφὰν καὶ πολιτείαν πεπο̣ίηται καλῶς καὶ ἐνδόξω[ς] | |
καὶ κατασταθεὶς πρεσβευτὰς εἰς Ῥώμ[α]ν ὑπὲρ φιλίας καὶ συμμα- | |
χίας τὰν πᾶσαν σπουδὰν καὶ ἐπιμέλειαν ἐποιήσατο ποτικα[ρ]- | |
5 | τερήσας, καὶ ἐγενήθη φιλία καὶ συμμαχία ποτὶ Ῥωμαίους τᾶι πό- |
λι τῶν Ἐπιδαυρίων, καὶ τοῦ δόγματος τοῦ γενομένου καὶ παρα- | |
δοθέντος εἰς τὸ ταμιεῖον καὶ τᾶς συμμαχίας ἀνατεθείσας | |
ἐν πίνακι χαλκέῳ ἐν τῷ Καπετωλίῳ, τούτων δὲ ἀντίγραφα | |
ἀποδέδωκε εἰς τὸ δαμόσιον, ἔδοξε τοῖς συνέδροις καὶ τῷ δάμῳ, | |
10 | ἐπαινέ<σαι> Ἀρχέλοχον Ἀριστοφάντου ἐπὶ τᾶι καλοκαγαθίαι καὶ ἐπὶ |
τοῖς συντετελεσμένοις ὑπ’ αὐτοῦ γράμμασιν καὶ στ<ε>φανῶσαι αὐτὸν | |
ἰκόνι χαλκέαι, στᾶσαι δὲ αὐτοῦ τὰν εἰκόνα ἐν τῷ ἐπιφανεστάτῳ | |
τόπωι τοῦ ἱεροῦ τοῦ Ἀσκλαπιοῦ· ὁ δὲ ταμίας ὁ κατεσταμένος | |
ὁ τὸ τέταρτον καὶ τριακοσ{ο}τ<ὸ>ν {²⁶τριακοστὸν}²⁶ ἔτος δότω τὸ ἀνάλωμα τᾶς εἰ- | |
15 | κόνος καὶ βάσιος καὶ ἐγ̣δότω ὁ ἐ[πι]μελητάς, ἔμεν δὲ καὶ αὐτῶι |
καὶ ἐγόνοις ἀτέλειαν καὶ ἀνεισφ[ορί]αν, καλεῖν δὲ αὐτοὺς vac. | |
εἰς προεδρίαν ἐν τ[ο]ῖς ἀ[γῶσιν, οἷς] ἄγει ἁ πόλις· γραψάτω δὲ τὸ | |
ψάφισμα ἐπὶ τ̣ὰν βάσιν [ὁ γραμματε]ύς. |