[ ]
Epidauria — Epidauros — 115/114 BC
| 1 | ἐπεὶ Ἀρχέλοχος Ἀριστοφάντου ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρχων |
| τάν τε ἀναστροφὰν καὶ πολιτείαν πεπο̣ίηται καλῶς καὶ ἐνδόξω[ς] | |
| καὶ κατασταθεὶς πρεσβευτὰς εἰς Ῥώμ[α]ν ὑπὲρ φιλίας καὶ συμμα- | |
| χίας τὰν πᾶσαν σπουδὰν καὶ ἐπιμέλειαν ἐποιήσατο ποτικα[ρ]- | |
| 5 | τερήσας, καὶ ἐγενήθη φιλία καὶ συμμαχία ποτὶ Ῥωμαίους τᾶι πό- |
| λι τῶν Ἐπιδαυρίων, καὶ τοῦ δόγματος τοῦ γενομένου καὶ παρα- | |
| δοθέντος εἰς τὸ ταμιεῖον καὶ τᾶς συμμαχίας ἀνατεθείσας | |
| ἐν πίνακι χαλκέῳ ἐν τῷ Καπετωλίῳ, τούτων δὲ ἀντίγραφα | |
| ἀποδέδωκε εἰς τὸ δαμόσιον, ἔδοξε τοῖς συνέδροις καὶ τῷ δάμῳ, | |
| 10 | ἐπαινέ<σαι> Ἀρχέλοχον Ἀριστοφάντου ἐπὶ τᾶι καλοκαγαθίαι καὶ ἐπὶ |
| τοῖς συντετελεσμένοις ὑπ’ αὐτοῦ γράμμασιν καὶ στ<ε>φανῶσαι αὐτὸν | |
| ἰκόνι χαλκέαι, στᾶσαι δὲ αὐτοῦ τὰν εἰκόνα ἐν τῷ ἐπιφανεστάτῳ | |
| τόπωι τοῦ ἱεροῦ τοῦ Ἀσκλαπιοῦ· ὁ δὲ ταμίας ὁ κατεσταμένος | |
| ὁ τὸ τέταρτον καὶ τριακοσ{ο}τ<ὸ>ν {²⁶τριακοστὸν}²⁶ ἔτος δότω τὸ ἀνάλωμα τᾶς εἰ- | |
| 15 | κόνος καὶ βάσιος καὶ ἐγ̣δότω ὁ ἐ[πι]μελητάς, ἔμεν δὲ καὶ αὐτῶι |
| καὶ ἐγόνοις ἀτέλειαν καὶ ἀνεισφ[ορί]αν, καλεῖν δὲ αὐτοὺς vac. | |
| εἰς προεδρίαν ἐν τ[ο]ῖς ἀ[γῶσιν, οἷς] ἄγει ἁ πόλις· γραψάτω δὲ τὸ | |
| ψάφισμα ἐπὶ τ̣ὰν βάσιν [ὁ γραμματε]ύς. |