[ ]
Lycia, E. — Olympos — Roman period
1 | Αὐρ(ήλιος) Ἅρπαλος ὁ καὶ Ἑρ- |
μαῖος Ἀπολλωνίου | |
Ὀλυμπηνὸς κατεσκεύασα τὸν τύμ- | |
βον ἑαυτῷ καὶ γυναικί μου Σωσάν- | |
5 | δρᾳ καὶ τέκνοις καὶ ἐγγόνοις· |
ἑτέρῳ δὲ οὐδε- | |
νὶ ἔξεστιν ἐν- | |
κηδεῦσαι, ἢ ὁ βι- | |
ασάμενος ἐκτεί- | |
10 | σει τῇ Ὀλυμπη- |
νῶν πόλει 𐆖 ͵αφʹ, | |
ὧν ὁ ἐλέγξας | |
λήμψεται τὸ τρί- | |
τον. |