[ ] Lycia, E. — Olympos — Roman period
1 τὸν τύμβον κατεσκεύ-
α̣σεν Ἰσόχρυ[σ]ος ἠλεουθε-
ρωμένος ὑπὸ κληρονόμων
Διοτε̣ίμου δὶς ἑαυτῷ καὶ Ἀγαθημε-
5 ρίδι θυγα̣τρὶ Δημητρία̣ς, ᾗ ἀνεθρέ-
ψαμεν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται
κηδευθῆν%⁸¹?α̣ι, ἢ ὀφ̣ε̣ι̣λέσε̣ι̣ θ̣ε̣ῷ̣
Ἡφαίστῳ 𐆖 φʹ καὶ τείσει δίκας καταχθο-
νίοις θεοῖς.
col. I.10 συνεχώρη-
σα δὲ καὶ Σε-
ραπίᾳ Νεικε-
νέτης τῇ
γυναικί μου
15 καὶ τοῖς ἐξ αὐ-
τῆς, ᾗ καὶ διὰ
τῶν ἀρχείων
συνεχώρη-
  σα,
col. II.20 καὶ Φιλίπ-
πῳ τ̣[ῷ] κα̣ὶ
Θεοτίμῳ
Ὀλυνπηνῷ, [ὃν]
καὶ διὰ τῶ[ν]
25 [ἀ]ρχείω̣[ν ἀ]-
[π]ηλευθ̣έ̣[ρωσα].
Search Help
Contact Us