[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1                     Λυκιακὸς
         Μόλητος Ὀλυμπηνὸς κατε-
        σκεύασα τὸ μνημεῖον ἑαυτῷ καὶ γυναι-
    κί μου Φερνίδι καὶ Νεικαινέτῃ, ἣ ἐν τῇ συνηθείᾳ̣
5    Κράτεια· καὶ αὐτὴν βούλομαι κηδευθῆναι καὶ πα<ι>[δί]ο̣ν̣?
αὐτῆς Ἑρμαῖον· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν̣ ἤτω κηδεῦσα̣ί
τινα· εἰ δὲ μή γε, ὁ κηδεύσας δώσει τῷ ἱερωτάτῳ ταμείῳ
𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψ̣ε̣ται τὸ τρίτον, εἰ μή τινι ἐνγράφως {τινι}
                             ἐπιτρέψω.
Search Help
Contact Us