TAM II 1014
[ ] Lycia, E. — Olympos — Roman period
1             Δημήτριος Ἀμμίας τῆς Τρεβή-
    μεως Ὀλυμπηνὸς κατεσκεύασα τὸν τύνβον
    ἑαυτῷ καὶ μητρί μου μακαρίᾳ καὶ ἀδελφῷ Ζωσι-
    μᾷ καὶ γυναικί μου καὶ τέκνοις· ἑτέρῳ δὲ οὐδε-
5     νὶ ἐξὸν ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασάμενος ἐκτεί-
    σι τῷ θεῷ Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ
τρίτον, ἐκτὸς εἰ μή τινι ἐνγράφως ἐπιτρέψω.
Search Help
Contact Us