[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρήλιος Ἀλέξανδρος Ζωσίμου Ὀλυμπηνὸς κα-
τεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ μητρί μου Συντροφί̣-
ᾳ καὶ γυναικί μου Τύχῃ καὶ τέκνοις καὶ ἀδερφῷ {²⁶ἀφελφῷ}²⁶ μου
Εἰρηνικῷ· οὐκ ἐξέσται δὲ οὐδενὶ ἑτέρῳ κηδευθῆναι,
5 εἰ μή τι {²⁷τι<νι>?}²⁷ ἐγὼ ἐνγράφως συνχωρήσω, ἢ ὁ βιασάμενος
καὶ ἐνκηδεύσας ἐκτείσει προστείμου Ὀλυμπηνῶν
[τῇ πόλει 𐆖 —ʹ, ὧν ὁ] ἐλένξας λήμψεται τὸ τρίτον.
Search Help
Contact Us