[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρ(ήλιος) Σύμφορος Κρατέρου κατε- |
| σκεύασα τὸν τύμβον ἑαυτῷ καὶ γυ- | |
| ναικὶ Ἐπικτήσει καὶ τέκνοις Βίωνι καὶ | |
| Εὐτυχίᾳ καὶ Σωτηρίᾳ, ἑτέρῳ δὲ οὐδενί, | |
| 5 | ἢ ὁ βιασάμενος ἐκτείσει θεῷ Ἡφαίστῳ |
| 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρίτον. |