[ ] Lycia, E. — Olympos — Roman period
1 Προσδόκιμος Ῥησιμάχου καὶ Ἀμμαροὺς Σωτεί-
μου δὶς τοῦ Ἀπολλωνίου Ὀλυμπηνοὶ κατεσκ[ευά]-
σαμεν τὸν τύμβον ἑαυτοῖς καὶ τέκνοις ἡμ̣ῶν· οὐκ̣ [ἐ]-
ξέσται δὲ οὐδενὶ ἑτέρῳ ἐνκηδευθῆναι, εἰ μή τινι ἡ-
5  μεῖς συνχωρήσωμεν ἐγ̣γράφως, ἢ ὁ βιασάμενος
 καὶ ἐνκηδεύσας ἐκτείσει προστίμου Ὀλυμπηνῶν
[τ]ῆ̣ π̣όλει 𐆖 ͵α, ὧν ὁ ἐλένξας λήμψεται τὸ τρί-
                        τον.
Search Help
Contact Us