[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρήλιοι Ἀρτείμας Σωτείμου δὶς Μόλητος καὶ
Θεοδότη Φιλοκτήτορος δὶς Ὀλυμπηνοὶ κατε-
σκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ τέκνοις
ἡμῶν Κυραθοῦτι τῇ ἐν τῇ συνηθείᾳ Ἀγοράστῃ
5 καὶ Θεοδότῳ καὶ Τοάλῳ καὶ ἐνγόνοις ἡμῶν
καὶ μητρὶ τῆς γυναικός μου Κυραθοῦτι· ἑτέρῳ
δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαι, ἢ ὁ βιασάμενος ἐν-
κηδεῦσαι ἐκτίσι τῇ πατρίδι ἡμῶν 𐆖 φʹ, ὧν ὁ ἐλέν-
          ξας λή[μ]ψεται τὸ τρίτον.
Search Help
Contact Us