[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρήλιοι Ἀρτείμας Σωτείμου δὶς Μόλητος καὶ |
| Θεοδότη Φιλοκτήτορος δὶς Ὀλυμπηνοὶ κατε- | |
| σκευάσαμεν τὸν τύμβον ἑαυτοῖς καὶ τέκνοις | |
| ἡμῶν Κυραθοῦτι τῇ ἐν τῇ συνηθείᾳ Ἀγοράστῃ | |
| 5 | καὶ Θεοδότῳ καὶ Τοάλῳ καὶ ἐνγόνοις ἡμῶν |
| καὶ μητρὶ τῆς γυναικός μου Κυραθοῦτι· ἑτέρῳ | |
| δὲ οὐδενὶ ἐξὸν ἐνκηδεῦσαι, ἢ ὁ βιασάμενος ἐν- | |
| κηδεῦσαι ἐκτίσι τῇ πατρίδι ἡμῶν 𐆖 φʹ, ὧν ὁ ἐλέν- | |
| ξας λή[μ]ψεται τὸ τρίτον. |