[ ] Lycia, E. — Olympos — Roman period
1 Ἀγαθόπους Διοτίμου Τρεβήμεος Ὀλυμ-
πηνὸς τὸν τύμβον κατεσκεύασα ἑαυτ[ῷ]
καὶ γυναικὶ καὶ τέκνοις καὶ μητρί μου· ἑτέρῳ
δὲ οὐδενὶ ἐξέσται κηδεῦσαί τινα, ἐκτὸς εἰ μὴ
5 ἐγὼ ἐνγράφως τινὶ ἐπιτρέψω, ἢ ὁ βιασάμενος ἐ-
κτείσει τῇ πόλι 𐆖 ͵α, ὧν ὁ ἐλένξας λήμψεται τὸ
                    τρίτον.
Search Help
Contact Us