[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1       Νεικήρατος Πίστου
    Σιλλυεὺς καὶ Ὀλυμπηνὸς
   ἑαυτῷ καὶ γυναικὶ καὶ τέκνοις·
  ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται κηδεῦσαί
5 τινα, ἐκτὸς ἐὰν μὴ ἐγὼ ἐνγράφως τινὶ
ἐπιτρέψω· ἐὰν δέ τις βιάσηται, ἐκτείσει
 τῷ φίσκῳ 𐆖 ͵α, ὧν ὁ ἐλένξας λήμψε-
              ται τὸ τρίτον.
Search Help
Contact Us