[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 Βειθυνὸς τὸ γένος, πατρίς μ’ ἐπεδέξατ’ Ὄλυμπος,
σύνβιον ἐστήριξεν ἐμοὶ ἄλοχόν τ’ ἐπὶ παισὶν
φαιδρύνουσα Φίλωνι Φίλα<ν>, μέχρι τοι νόμος ἔλθοι,
νὺξ ἀναπαυσαμένοις βιότου τέλος ἔνθεν.
5 εἴ τις δ’ οὐ γνώμης ἀπ’ ἐμῆς νέκυν ἐνθάδε θάψῃ,
χρυσοῦς εἰσοίσει φίσκῳ δέκα καὶ δέκ’ ἐλένχῳ.
Search Help
Contact Us