[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Βειθυνὸς τὸ γένος, πατρίς μ’ ἐπεδέξατ’ Ὄλυμπος, |
σύνβιον ἐστήριξεν ἐμοὶ ἄλοχόν τ’ ἐπὶ παισὶν | |
φαιδρύνουσα Φίλωνι Φίλα<ν>, μέχρι τοι νόμος ἔλθοι, | |
νὺξ ἀναπαυσαμένοις βιότου τέλος ἔνθεν. | |
5 | εἴ τις δ’ οὐ γνώμης ἀπ’ ἐμῆς νέκυν ἐνθάδε θάψῃ, |
χρυσοῦς εἰσοίσει φίσκῳ δέκα καὶ δέκ’ ἐλένχῳ. |